Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
- ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
- ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,
- ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
- κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα,
- σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα
- εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
- ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν
- κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
- ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.
- πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
- προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.—
- Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
- μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
- ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
- Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε
- αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
- καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
- δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
- ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον