Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
  2. Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον,
  3. ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
  4. γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
  5. γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
  6. καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
  7. οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν,
  8. ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
  9. ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
  10. ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
  11. ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
  12. πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
  13. χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
  14. αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
  15. ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
  16. Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
  17. ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
  18. ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
  19. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
  20. λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,