Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν[*](ἀδελφιδῆν coni. Reiske.) λυπεῖσθαι ὅτι ἐν τῇ τῶν θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὑτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δʼ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν ὁ Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς.

Ἡμεῖς τʼ εἰς αὐτὸν ἐν τῇ Παμμέτρῳ τοῦτον ἐποιήσαμεν τὸν τρόπον·

    καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον
  1. ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
  2. ὃς Θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν
  3. καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
τοιοῦτος μὲν ὁ βίος τἀνδρός.

Δοκεῖ δʼ αὐτῷ τάδε· ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δʼ ἄλλα πάντα νενομίσθαι· ἀπείρους τε εἶναι κόσμους καὶ γενητοὺς καὶ φθαρτούς. μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ

V2_454
εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δʼ ἐν τῷ ὅλῳ δινουμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα· ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως· ἣν καὶ νοῦν ταὐτὸν εἶναι. ὁρᾶν δʼ ἡμᾶς κατʼ εἰδώλων ἐμπτώσεις.

Πάντα τε κατʼ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. τέλος δʼ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθʼ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δʼ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι. ποιότητας δὲ νόμῳ εἶναι, φύσει δʼ ἄτομα καὶ κενόν. καὶ ταῦτα μὲν αὐτῷ ἐδόκει.

Τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ τὰ Πλάτωνος κατὰ τετραλογίαν.

Ἔστι δε ἤθικα μὲν τάδε·

  • Πυθαγόρης.
  • Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως.
  • Περὶ τῶν ἐν Ἅιδου.
  • Τριτογένεια ʽτοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχεἰ.
  • Περὶ ἀνδραγαθίας ἢ περὶ ἀρετῆς.
  • Ἀμαλθείης κέρας.
  • V2_456
  • Περὶ εὐθυμίης.
  • Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται.
  • καὶ ταῦτα μὲν τὰ ἠθικα.

    Φυσικὰ δὲ τάδε·

  • Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι).
  • Μικρὸς διάκοσμος.
  • Κοσμογραφίη.
  • Περὶ τῶν πλανήτων.
  • Περὶ φύσεως πρῶτον.
  • Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκό̓ς), δεύτερον.
  • Περὶ νοῦ.
  • Περὶ αἰσθησίων (ταῦτά τινες ὅμου γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι).
  • Περὶ χυμῶν.
  • Περὶ χροῶν.
  • Περὶ τῶν διαφερόντων ῥυσμῶν.
  • Περὶ ἀμειψιρυσμιῶν.
  • Κρατυντήρια (ὅπερ ἐστὶν ἐπικριτικὰ τῶν προειρημένων).
  • Περὶ εἰδώλων ἢ περὶ προνοίας.[*](προνοίας] ἀπορροίης coni. Krische.)
  • Περὶ λογικῶν ἢ κανὼν α′ β′ γʼ.
  • Ἀπορημάτων.
  • ταῦτα καὶ περὶ φύσεως.

    Τὰ δὲ ἀσύντακτά ἐστι τάδε·

  • Αἰτίαι οὐράνιαι.
  • Αἰτίαι ἀέριοι.
  • Αἰτίαι ἐπίπεδοι.
  • Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρἱ.
  • V2_458
  • Αἰτίαι περὶ φωνῶν.
  • Αἰτίαι περὶ σπερμάτων καὶ φυτὣν καὶ καρπῶν.
  • Αἰτίαι περὶ ζῴων α′ β′ γʼ.
  • Αἰτίαι σύμμικτοι.
  • Περὶ τῆς λίθου.
  • ταῦτα καὶ τὰ ἀσύντακτα.

    Μαθηματικὰ δὲ τάδε·

  • Περὶ διαφορῆς γωνίης[*](γωνίης] γνώμης vulg.) ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης.
  • Περὶ γεωμετρίης.
  • Γεωμετρικῶν.
  • Ἀριθμοί.
  • Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α# β#.
  • Ἐκπετάσματα.
  • Μέγας ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα.
  • Ἅμιλλα κλεψύδρας 〈καὶ οὐρανοῦ〉.[*](ἄμιλλα κλεψύδραι codd., coll. Art. Eudoxi 14. 13 (p. 21 Blass): corr. Diels.)
  • Οὐρανογραφίη.
  • Γεωγραφίη.
  • Πολογραφίη.
  • Ἀκτινογραφίη.
  • τοσαῦτα καὶ τὰ μαθηματικά.

    Μουσικὰ δὲ τάδε·

  • Περὶ ῥυθμῶν καὶ ἁρμονίης.
  • Περὶ ποιήσιος.
  • Περὶ καλλοσύνης ἐπέων.
  • Περὶ εὐφώνων καὶ δυσφ〈·〉νων γραμμάτων.
  • V2_460
  • Περὶ Ὁμήρου ἢ ὀρθοεπείης καὶ γλωσσέων.
  • Περὶ ἀοιδῆς.
  • Περὶ ῥημάτων.
  • Ὀνομαστικῶν.
  • τοσαῦτα καὶ τὰ μουσικά.

    Τεχνικὰ δὲ τάδε·

  • Πρόγνωσις.
  • Περὶ διαίτης ἢ διαιτητικόν.
  • [Ἢ] Ἰητρικὴ γνώμη.
  • Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν.
  • Περὶ γεωργίης ἢ Γεωμετρικόν.
  • Περὶ ζωγραφίης.
  • Τακτικὸν καὶ
  • Ὁπλομαχικόν.
  • τοσαῦτα καὶ τάδε.

    Τάττουσι δέ τινες κατʼ ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα·

  • Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων.
  • Περὶ τῶν ἐν Μερόῃ.
  • Ὠκεανοῦ περίπλους.
  • Περὶ ἱστορίης.
  • Χαλδαϊκὸς λόγος.
  • Φρύγιος λόγος.
  • Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων.
  • Νομικὰ[*](Λοιμικὰ coni. Reiske.) αἴτια.
  • Χειρόκμητα [ἢ] προβλήματα.
  • Τὰ δʼ ἄλλα ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν τὰ

    V2_462
    μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δʼ ὁμολογουμένως ἐστὶν ἀλλότρια. ταῦτα καὶ περὶ τῶν βιβλίων αὐτοῦ καὶ τοσαῦτα.

    Γεγόνασι δὲ Δημόκριτοι ἕξ· πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιὸς οὗ μέμνηται Ἀντίγονος, τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσῳ γεγραφὼς καὶ τῆς πόλεως Σαμοθρᾴκης, πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περγαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσασ〉.