Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Διονύσιος δʼ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας· ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον.

Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δʼ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτʼ Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.

Καὶ κατʼ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζηλῶν αὐτόν. ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλʼ ἀπαρακαλύπτως ἡδυπάθει. βιοὺς δὲ πρὸς τὰ ὀγδοήκοντʼ ἀσιτίᾳ κατέστρεψε.

V2_272

Βιβλία δʼ αὐτοῦ φέρεται τάδε·

  • Περὶ ἀπαθείας β′.
  • Περὶ ἀσκήσεως β′.
  • Περὶ ἡδονῆς δ′.
  • Περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας.
  • Περὶ ἀνθρώπων χρήσεως.
  • Περὶ εὐτυχίας.
  • Περὶ ἀρχαίων βασιλέων.
  • Περὶ τῶν ἐπαινουμένων.
  • Περὶ βαρβαρικῶν ἐθῶν.
  • Καὶ οὗτοι μὲν οἱ διενεχθέντες. διεδέξατο δὲ τὸν Ζήνωνα Κλεάνθης, περὶ οὗ λεκτέον.