Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ζήνων Μνασέου ἢ Δημέου Κιτιεὺς ἀπὸ Κύπρου, πολίσματος Ἑλληνικοῦ, Φοίνικας ἐποίκους ἐσχηκότος.

Τὸν τράχηλον ἐπὶ θάτερα νενευκὼς ἦν, ὥς φησι Τιμόθεος ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων· καὶ Ἀπολλώνιος δέ φησιν ὁ Τύριος ὅτι ἰσχνὸς ἦν, ὑπομήκης, μελάγχρουσ—ὅθεν τις αὐτὸν εἶπεν Αἰγυπτίαν κληματίδα, καθά φησι Χρύσιππος ἐν πρώτῳ Παροιμιῶν—παχύκνημός τε καὶ ἀπαγὴς καὶ ἀσθενής· διὸ καί φησι Περσαῖος ἐν Ὑπομνήμασι συμποτικοῖς τὰ πλεῖστα αὐτὸν δεῖπνα παραιτεῖσθαι. ἔχαιρε δέ, φασί, σύκοις χλωροῖς καὶ ἡλιοκαΐαις.

Διήκουσε δέ, καθὰ προείρηται, Κράτητος· εἶτα καὶ Στίλπωνος ἀκοῦσαί φασιν αὐτὸν καὶ Ξενοκράτους ἔτη δέκα, ὡς Τιμοκράτης ἐν τῷ Δίωνι· ἀλλὰ καὶ Πολέμωνος. Ἑκάτων δέ φησι καὶ Ἀπολλώνιος ὁ Τύριος ἐν πρώτῳ περὶ Ζήνωνος, χρηστηριασαμένου[*](χρηστηριαζομένου PFD Cobet.) αὐτοῦ τί πράττων ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς· ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν. τῷ οὖν Κράτητι παρέβαλε τοῦτον

V2_112
τὸν τρόπον. πορφύραν ἐμπεπορευμένος ἀπὸ τῆς Φοινίκης πρὸς τῷ Πειραιεῖ ἐναυάγησεν. ἀνελθὼν δʼ εἰς τὰς Ἀθήνας ἤδη τριακοντούτης ἐκάθισε παρά τινα βιβλιοπώλην. ἀναγινώσκοντος δʼ ἐκείνου τὸ δεύτερον τῶν Ξενοφῶντος Ἀπομνημονευμάτων, ἡσθεὶς ἐπύθετο ποῦ διατρίβοιεν οἱ τοιοῦτοι ἄνδρες.

εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι, τούτῳ παρακολούθησον. ἐντεῦθεν ἤκουσε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος 〈ὢν〉[*](ὢν add. Richards.) πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. ὅθεν ὁ Κράτης βουλόμενος αὐτὸν[*](αὐτοῦ F Cobet.) καὶ τοῦτο θεραπεῦσαι δίδωσι χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δʼ εἶδεν αὐτὸν αἰδούμενον καὶ παρακαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν· φεύγοντος δʼ αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης, τί φεύγεις, Φοινικίδιον; οὐδὲν δεινὸν πέπονθας.

Ἕως μὲν οὖν τινὸς ἤκουσε τοῦ Κράτητος· ὅτε καὶ τὴν Πολιτείαν αὐτοῦ γράψαντος, τινὲς ἔλεγον παίζοντες ἐπὶ τῆς τοῦ κυνὸς οὐρᾶς αὐτὴν γεγραφέναι. γέγραφε δὲ πρὸς τῇ Πολιτείᾳ καὶ τάδε·

  • Περὶ τοῦ κατὰ φύσιν βίου.
  • Περὶ ὁρμῆς ἢ περὶ ἀνθρώπου φύσεως.
  • Περὶ παθῶν.
  • Περὶ τοῦ καθήκοντος.
  • V2_114
  • Περὶ νόμου.
  • Περὶ τῆς Ἑλληνικῆς παιδείας.
  • Περὶ ὄψεως.
  • Περὶ τοῦ ὅλου.
  • Περὶ σημείων.
  • Πυθαγορικά.
  • Καθολικά.
  • Περὶ λέξεων.
  • Προβλημάτων Ὁμηρικῶν πέντε.
  • Περὶ ποιητικῆς ἀκροάσεως.
  • Ἔστι δʼ αὐτοῦ καὶ

  • Τέχνη καὶ
  • Λύσεις καὶ
  • Ἔλεγχοι δύο.
  • Απομνημονεύματα Κράτητος.
  • Ἠθικά.
  • Καὶ τάδε μὲν τὰ βιβλία. τελευταῖον δὲ ἀπέστη καὶ τῶν προειρημένων ἤκουσεν ἕως ἐτῶν εἴκοσιν· ἵνα καί φασιν αὐτὸν εἰπεῖν, νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα. οἱ δʼ ἐπὶ τοῦ Κράτητος τοῦτʼ αὐτὸν εἰπεῖν·