Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, ἰδού, φησί, καὶ Διογένης παρασίτους τρέφει. Πλάτωνος εἰπόντος αὐτὸν κύνα, ναί, ἔφη· ἐγὼ γὰρ ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας. ἐκ τοῦ

V2_42
βαλανείου ἐξιὼν τῷ μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λοῦνται, ἠρνήσατο· τῷ δʼ, εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος. ὅθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. πρὸς τὸν πυθόμενον ποίᾳ ὥρᾳ δεῖ ἀριστᾶν, εἰ μὲν πλούσιος, ἔφη, ὅταν θέλῃ· εἰ δὲ πένης, ὅταν ἔχῃ.

Ἐν Μεγάροις ἰδὼν τὰ μὲν πρόβατα τοῖς δέρμασιν ἐσκεπασμένα, τοὺς δὲ παῖδας αὐτῶν γυμνούς, ἔφη, λυσιτελέστερόν ἐστι Μεγαρέως κριὸν εἶναι ἢ υἱόν. πρὸς τὸν ἐντινάξαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πάλιν γάρ με, ἔφη, παίειν μέλλεις; ἔλεγε τοὺς μὲν δημαγωγοὺς ὄχλου διακόνους, τοὺς δὲ στεφάνους δόξης ἐξανθήματα. λύχνον μεθʼ ἡμέραν ἅψας περιῄει λέγων ἄνθρωπον ζητῶ. εἱστήκει ποτε κατακρουνιζόμενος· τῶν δὲ περιεστώτων ἐλεούντων, παρὼν Πλάτων ἔφη, εἰ βούλεσθʼ αὐτὸν ἐλεῆσαι, ἀπόστητε, ἐνδεικνύμενος φιλοδοξίαν αὐτοῦ. ἐντρίψαντος αὐτῷ κόνδυλόν τινος, Ἡράκλεις, ἔφη, οἷόν με χρῆμʼ ἐλάνθανε τὸ μετὰ περικεφαλαίας περιπατεῖν.

ἀλλὰ καὶ Μειδίου κονδυλίσαντος αὐτὸν καὶ εἰπόντος, τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ, τῇ ἑξῆς πυκτικοὺς λαβὼν ἱμάντας καὶ καταλοήσας αὐτὸν ἔφη, τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ.

V2_44
Λυσίου τοῦ φαρμακοπώλου πυθομένου εἰ θεοὺς νομίζει, πῶς δέ, εἶπεν, οὐ νομίζω, ὅπου καὶ σὲ θεοῖς ἐχθρὸν ὑπολαμβάνω; οἱ δὲ Θεόδωρον εἰπεῖν τοῦτο. ἰδών τινα περιρραινόμενον ἐπεῖπεν, ὦ κακόδαιμον, οὐκ ἐπίστασαι ὅτι ὥσπερ τῶν ἐν γραμματικῇ ἁμαρτημάτων περιρραινόμενος οὐκ ἂν ἀπαλλαγείης, οὕτως οὐδὲ τῶν ἐν τῷ βίῳ; ἐνεκάλει τοῖς ἀνθρώποις περὶ τῆς εὐχῆς, αἰτεῖσθαι λέγων αὐτοὺς ἀγαθὰ τὰ αὐτοῖς δοκοῦντα καὶ οὐ τὰ κατʼ ἀλήθειαν.

πρὸς δὲ τοὺς περὶ τὰ ὀνείρατα ἐπτοημένους ἔλεγεν ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὕπαρ, οὐκ ἐπιστρέφονται, ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος, νικᾷ Διώξιππος ἄνδρας, οὗτος μὲν δὴ ἀνδράποδα, ἄνδρας δʼ ἐγώ.

Ἠγαπᾶτο δὲ καὶ πρὸς Ἀθηναίων· μειρακίου γοῦν τὸν πίθον αὐτοῦ συντρίψαντος, τῷ μὲν πληγὰς ἔδοσαν, ἐκείνῳ δὲ ἄλλον παρέσχον. φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον· καὶ ἐρωτηθεὶς ὅστις εἴη, ἀπεκρίνατο, κατάσκοπος τῆς σῆς ἀπληστίας· ὅθεν θαυμασθεὶς ἀφείθη.

Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας διά τινος Ἀθλίου, παρὼν ἔφη·

ἄθλιος παρʼ ἀθλίου διʼ ἀθλίου πρὸς ἄθλιον.

Περδίκκου ἀπειλήσαντος, εἰ μὴ ἔλθοι πρὸς αὐτόν, ἀποκτενεῖν, ἔφη, οὐδὲν μέγα· καὶ γὰρ κάνθαρος καὶ φαλάγγιον τοῦτʼ ἂν πράξειεν·

V2_46
ἐκεῖνο δὲ μᾶλλον ἀπειλεῖν ἠξίου ὡς εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο. ἐβόα πολλάκις λέγων τὸν τῶν ἀνθρώπων βίον ῥᾴδιον ὑπὸ τῶν θεῶν δεδόσθαι, ἀποκεκρύφθαι δʼ αὐτῶν ζητούντων μελίπηκτα καὶ μύρα καὶ τὰ παραπλήσια. ὅθεν πρὸς τὸν ὑπὸ τοῦ οἰκέτου ὑποδούμενον, οὔπω, εἶπε, μακάριος εἶ, ἂν μή σε καὶ ἀπομύξῃ· τοῦτο δʼ ἔσται πηρωθέντι σοι τὰς χεῖρας.

Θεασάμενός ποτε τοὺς ἱερομνήμονας τῶν ταμιῶν τινα φιάλην ὑφῃρημένον ἀπάγοντας ἔφη, οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἀπάγουσι. θεασάμενός ποτε μειράκιον λίθους βάλλον ἐπὶ σταυρόν, εὖγε, εἶπε, τεύξῃ γὰρ τοῦ σκοποῦ. πρὸς τὰ περιστάντα μειράκια καὶ εἰπόντα, βλέπωμεν μὴ δάκῃ ἡμᾶς, θαρρεῖτε, ἔφη, παιδία· κύων τευτλία οὐκ ἐσθίει. πρὸς τὸν ἐπὶ τῇ λεοντῇ θρυπτόμενον, παῦσαι, ἔφη, τὰ τῆς ἀρετῆς στρώματα καταισχύνων. πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρʼ Ἀλεξάνδρῳ μετέχει, κακοδαίμων μὲν οὖν ἐστιν, εἶπεν, ὃς καὶ ἀριστᾷ καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρῳ δόξῃ.

Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. ἐπʼ ἀγορᾶς ποτε χειρουργῶν, εἴθε, ἔφη, καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν. μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε

V2_48
καὶ ἐκέλευσε τηρεῖν. πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον. ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί· καὶ ὃς ἀπαλλαττόμενος προσεούρησεν αὐτοῖς ὡς κύων.

Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον, πράσιμος, ᾔδειν, εἶπεν, ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κεκτημένον. πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, παῦσαι γάρ, ἔφη, καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων. πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, οἱ ἐνθάδε, ἔφη, λουσάμενοι ποῦ λοῦνται; παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει· ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει.

Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, χαῖρε ἀλέκτορ· τοῦ δὲ εἰπόντος, διὰ τί; ὅτι, ἔφη, ᾅδων πάντας ἐγείρεις. μειρακίου ἐπιδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺ ἔκαπτε· τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς

V2_50
ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. λέγοντος δʼ αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος, μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω, ἐγὼ δέ γε, εἶπε, πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω. Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, μάταιος, ἔφη, τυγχάνεις, ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς· ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς.

Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, ἀλλὰ τούτου γʼ ἕνεκεν, εἶπεν, ὦ κακόδαιμον, ἐφιλοσόφησα. καὶ πάλιν εἰπόντος τινός, Σινωπεῖς σου φυγὴν κατέγνωσαν, ἐγὼ δέ γε, εἶπεν, ἐκείνων μονήν. ἰδών ποτʼ Ὀλυμπιονίκην πρόβατα νέμοντα, ταχέως, εἶπεν, ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα. ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται. ᾔτει ποτὲ ἀνδριάντα· ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, μελετῶ, εἶπεν, ἀποτυγχάνειν. αἰτῶν τινα—καὶ γὰρ τοῦτο πρῶτον ἐποίει διὰ τὴν ἀπορίαν —ἔφη, εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί· εἰ δὲ μή, ἀπʼ ἐμοῦ ἄρξαι.

Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, ἀφʼ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν. ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων. νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν,

V2_52
    ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς
  1. ἐνθάδε κατοικεῖ. μηδὲν εἰσίτω κακόν·
ἐπέγραψε· μετὰ τὸν πόλεμον ἡ συμμαχία. τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντʼ ἔφη, εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις.

Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, γέρων ἄπορος. ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη· πότερος τούτων Χείρων ἐστί; τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ αὐλητὴς μοιχὸς ἑάλω, ἄξιος, ἔφη, ἐκ τοῦ ὀνόματος κρέμασθαι. ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. ἰδὼν γυναῖκα ἐν φορείῳ, οὐ κατὰ τὸ θηρίον, ἔφη, ἡ γαλεάγρα.

Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη,

V2_54
    τἰπτε σὺ ὧδε, φέριστε;
  1. ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;
ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.

Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, ἐπέγειραι, ἔφη,

μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.
πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,
ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγοράζεις;
Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· καὶ ὅς, κατὰ λόγον, ἔφη· οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.

Ἐρωτηθεὶς ὑπό τινος, ποῖός τίς σοι Διογένης δοκεῖ ; Σωκράτης, εἶπε, μαινόμενος. [*](ἐρωτηθεὶς ... μαινόμενος cancellis inclusit Cobet.) ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, περικεφαλαίαν, ἔφη. μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἰδών ποτε μειράκιον ἐρυθριῶν, θάρρει, ἔφη· τοιοῦτόν ἐστι τῆς ἀρετῆς

V2_56
τὸ χρῶμα. δυοῖν ποτε νομικοῖν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπὼν τὸν μὲν κεκλοφέναι, τὸν δὲ μὴ ἀπολωλεκέναι. ἐρωτηθεὶς ποῖον οἶνον ἡδέως πίνει, ἔφη, τὸν ἀλλότριον. πρὸς τὸν εἰπόντα, πολλοί σου καταγελῶσιν, ἀλλʼ ἐγώ, ἔφη, οὐ καταγελῶμαι.

Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, οὐ τὸ ζῆν, εἶπεν, ἀλλὰ τὸ κακῶς ζῆν. πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, γελοῖον, ἔφη, εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δυνήσεται. ἀριστῶν ἐλάας, πλακοῦντος ἐπεισενεχθέντος, ῥίψας φησίν,

ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο·
καὶ ἄλλοτε,
μάστιξεν δʼ ἐλάαν.
ἐρωτηθεὶς ποταπὸς εἴη κύων; ἔφη πεινῶν μὲν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν· οὕτως οὐδʼ ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων.

Ἐρωτηθεὶς εἰ οἱ σοφοὶ πλακοῦντα ἐσθίουσι, πάντα, εἶπεν, ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δʼ οὐδέποτε. φιλάργυρον ᾔτει· τοῦ δὲ βραδύνοντος, ἄνθρωπε,

V2_58
εἶπεν, εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, ἦν ποτε χρόνος ἐκεῖνος ὅτʼ ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν· ὁποῖος δʼ ἐγὼ νῦν, σὺ οὐδέποτε. καὶ πρὸς ἄλλον ἐπὶ τῷ αὐτῷ ὀνειδίσαντα, καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ.

Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἄνδρες Μύνδιοι, ἔφη, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη,

ἔλλαβε πορφύρεος θάνατος καὶ Μοῖρα κραταιή.
Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, ἀλλὰ βούλομαι, ἔφη, ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, ἐπίδος καὶ ἡμῖν, ἔφη, τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, τὴν Ἀναξιμένους, ἔφη, διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν.

Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, ἐν ἀγορᾷ γάρ, ἔφη, καὶ ἐπείνησα. ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ· εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· τὸν δʼ ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, καὶ σὺ εἰ

V2_60
λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες. πρὸς τὸν εἰπόντα, οἱ πλείους σου καταγελῶσι, κἀκείνων τυχόν, εἶπεν, οἱ ὄνοι· ἀλλʼ οὔτʼ ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτʼ ἐγὼ ἐκείνων. θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, εὖγε, εἶπεν, ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις.

Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, χείρων ἐπανήξεις· τοῦ δʼ ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, ἔφη, Χείρων μὲν οὔ, Εὐρυτίων δέ. δύσκολον ᾔτει· τοῦ δʼ εἰπόντος, ἐάν με πείσῃς· ἔφη, εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, ποῖ καὶ πόθεν; ἐκ τῆς ἀνδρωνίτιδος, εἶπεν, εἰς τὴν γυναικωνῖτιν.