Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Ἀντισθένης Ἀντισθένους Ἀθηναῖος. ἐλέγετο δʼ οὐκ εἶναι ἰθαγενής· ὅθεν καὶ πρὸς τὸν ὀνειδίζοντα εἰπεῖν, καὶ ἡ μήτηρ τῶν θεῶν Φρυγία ἐστίν. ἐδόκει γὰρ εἶναι Θρᾴττης μητρός· ὅθεν καὶ ἐν Τανάγρᾳ κατὰ τὴν μάχην εὐδοκιμήσας ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτω γεγόνοι γενναῖος. καὶ αὐτὸς δὲ τοὺς Ἀθηναίους ἐπὶ τῷ γηγενεῖς εἶναι σεμνυνομένους ἐκφαυλίζων ἔλεγε μηδὲν εἶναι κοχλιῶν καὶ ἀττελέβων εὐγενεστέρους.
Οὗτος κατʼ ἀρχὰς μὲν ἤκουσε Γοργίου τοῦ ῥήτορος· ὅθεν τὸ ῥητορικὸν εἶδος ἐν τοῖς διαλόγοις ἐπιφέρει καὶ μάλιστα ἐν τῇ Ἀληθείᾳ καὶ τοῖς Προτρεπτικοῖς.
φησὶ δʼ Ἕρμιππος ὅτι προείλετο ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους, Θηβαίους, Λακεδαιμονίους· εἶτα
Ὕστερον δὲ παρέβαλε Σωκράτει, καὶ τοσοῦτον ὤνατο αὐτοῦ, ὥστε παρῄνει τοῖς μαθηταῖς γενέσθαι αὐτῷ πρὸς Σωκράτην συμμαθητάς. οἰκῶν τʼ ἐν Πειραιεῖ καθʼ ἑκάστην ἡμέραν τοὺς τετταράκοντα σταδίους ἀνιὼν ἤκουε Σωκράτους, παρʼ οὗ καὶ τὸ καρτερικὸν λαβὼν καὶ τὸ ἀπαθὲς ζηλώσας κατῆρξε πρῶτος τοῦ κυνισμοῦ. καὶ ὅτι ὁ πόνος ἀγαθὸν συνέστησε διὰ τοῦ μεγάλου Ἡρακλέους καὶ τοῦ Κύρου, τὸ μὲν ἀπὸ τῶν Ἑλλήνων, τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἑλκύσας.
Πρῶτός τε ὡρίσατο λόγον εἰπών, λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν. ἔλεγέ τε συνεχές, μανείην μᾶλλον ἢ ἡσθείην· καὶ χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται. πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, βιβλιαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ, τὸν νοῦν παρεμφαίνων. πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμαι, ἔφη, ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν. ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, βασιλικόν, ἔφη, καλῶς ποιοῦντα κακῶς ἀκούειν.
Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, τί οὖν, ἔφη, οὐκ ἀποθνήσκεις;
Ἐρωτηθεὶς τί μακαριώτατον ἐν ἀνθρώποις, ἔφη, τὸ εὐτυχοῦντα ἀποθανεῖν. γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, ἔδει γάρ, ἔφη, ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν. ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. τότʼ ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, ἀγωνιῶ μή τι κακὸν εἴργασμαι.
Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. τοιαῦτʼ ἔφη δεῖν ποιεῖσθαι ἐφόδια ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, καὶ οἱ ἰατροί, φησί, μετὰ τῶν νοσούντων εἰσίν,
ἐρωτηθεὶς τί τῶν μαθημάτων ἀναγκαιότατον, τὸ περιαιρεῖν, ἔφη, τὸ ἀπομανθάνειν. παρεκελεύετό τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο.
Ἔσκωπτέ τε Πλάτωνα ὡς τετυφωμένον. πομπῆς γοῦν γενομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα, ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής· τοῦτο δὲ ἐπεὶ καὶ συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. καί ποτʼ ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη, χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ.
συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι· ἄλογον δὲ ἡγουμένων, ἀλλὰ μὴν καὶ στρατηγοί, φησί, φαίνονται παρʼ ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες. πρὸς τὸν εἰπόντα, πολλοί σε ἐπαινοῦσι, τί γάρ, ἔφη, κακὸν πεποίηκα; στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν. ἐρωτηθεὶς ὑπό του, καθά φησι Φανίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν, τί ποιῶν
Πρὸς τὸ παρασχηματίζον αὑτὸ τῷ πλάστῃ μειράκιον, εἰπέ μοι, φησίν, εἰ φωνὴν λάβοι ὁ χαλκός, ἐπὶ τίνι ἂν οἴει σεμνυνθῆναι; τοῦ δʼ εἰπόντος, ἐπὶ κάλλει, οὐκ αἰσχύνῃ οὖν, ἔφη, τὰ ὅμοια γεγηθὼς ἀψύχῳ; Ποντικοῦ νε ανίσκου πολυωρήσειν αὐτοῦ ἐπαγγελλομένου, εἰ τὸ πλοῖον ἀφίκοιτο τῶν ταρίχων, λαβὼν αὐτὸν καὶ θύλακον κενὸν πρὸς ἀλφιτόπωλιν ἧκε καὶ σαξάμενος ἀπῄει· τῆς δὲ αἰτούσης τὸ διάφορον, ὁ νεανίσκος, ἔφη, δώσει ἐὰν τὸ πλοῖον αὐτοῦ τῶν ταρίχων ἀφίκηται.
Αὐτὸς δὲ καὶ Ἀνύτῳ τῆς φυγῆς αἴτιος γενέσθαι δοκεῖ καὶ Μελήτῳ τοῦ θανάτου.