Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Κράντωρ Σολεὺς θαυμαζόμενος ἐν τῇ ἑαυτοῦ πατρίδι ἀπῆρεν εἰς Ἀθήνας καὶ Ξενοκράτους διήκουσε Πολέμωνι συσχολάζων. καὶ κατέλιπεν ὑπομνήματα εἰς μυριάδας στίχων τρεῖς, ὧν τινά τινες Ἀρκεσιλάῳ προσάπτουσι. φασὶ δὲ αὐτὸν ἐρωτηθέντα τίνι θηραθείη ὑπὸ Πολέμωνος, εἰπεῖν

V1_402
τῷ μήτʼ ὀξύτερον μήτε βαρύτερον ἀκοῦσαι φθεγγομένου. οὗτος νοσήσας εἰς τὸ Ἀσκληπιεῖον ἀνεχώρησε κἀκεῖ περιεπάτει· οἱ δὲ πανταχόθεν προσῄεσαν αὐτῷ, νομίζοντες οὐ διὰ νόσον, ἀλλὰ βούλεσθαι αὐτόθι σχολὴν συστήσασθαι. ὧν ἦν καὶ Ἀρκεσίλαος θέλων ὑπʼ αὐτοῦ συστῆναι Πολέμωνι, καίπερ ἐρῶντος, ὡς ἐν τῷ περὶ Ἀρκεσιλάου λέξομεν.

ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφʼ ᾧ καὶ μάλιστα θαυμασθῆναι. λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάω, ταλάντων οὖσαν δυοκαίδεκα. καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν·

ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν.
λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί·
    ἥνδανεν ἀνθρώποις, ὁ δʼ ἐπὶ πλέον ἥνδανε Μούσαις
  1. Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω.
  2. γῆ, σὺ δὲ τεθνηῶτα τὸν ἱερὸν ἄνδρʼ ὑπόδεξαι·
  3. ἠρέμα καὶ κεῖθι ζῴη ἐν εὐθενίῃ.

Ἐθαύμαζε δὲ ὁ Κράντωρ πάντων δὴ μᾶλλον Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες εἶναι ἐν τῷ κυρίῳ τραγικῶς ἅμα καὶ συμπαθῶς γράψαι. καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου·

οἴμοι· τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν.
λέγεται δὲ καὶ Ἀνταγόρα τοῦ ποιητοῦ ὡς Κράντορος εἰς Ἔρωτα πεποιημένα φέρεσθαι ταυτί·
V1_404
    ἐν δοιῇ μοι θυμός, ἐπεὶ γένος ἀμφίσβητον,
  1. ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω,
  2. τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας
  3. γείνατο Νὺξ πελάγεσσιν ὑπʼ εὐρέος Ὠκεανοῖο·

  1. ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
  2. ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
  3. ἀνθρώποις ἠδʼ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον.

Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν· καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους· καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ βιβλίον μάλιστα τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν·

    ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη,
  1. χοὔτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον.
  2. καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη
  3. ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.