Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Διαλόγους δὲ συνέγραψεν ἕξ, Λαμπρίαν, Αἰσχίνην, Φοίνικα, Κρίτωνα, Ἀλκιβιάδην, Ἐρωτικόν. τῆς δʼ Εὐκλείδου διαδοχῆς ἐστι καὶ Εὐβουλίδης ὁ Μιλήσιος, ὃς καὶ πολλοὺς ἐν διαλεκτικῇ λόγους ἠρώτησε, τόν τε ψευδόμενον καὶ τὸν διαλανθάνοντα καὶ Ἠλέκτραν καὶ ἐγκεκαλυμμένον καὶ σωρίτην καὶ κερατίνην καὶ φαλακρόν. περὶ τούτου φησί τις τῶν κωμικῶν·

οὑριστικὸς δʼ Εὐβουλίδης κερατίνας ἐρωτῶν καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυλίων ἀπῆλθʼ ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν.
ἐῴκει γὰρ αὐτοῦ καὶ Δημοσθένης ἀκηκοέναι καὶ ῥωβικώτερος ὢν παύσασθαι.

ὁ δʼ Εὐβουλίδης καὶ πρὸς Ἀριστοτέλην διεφέρετο, καὶ πολλὰ αὐτὸν διαβέβληκε.

Μεταξὺ δὲ ἄλλων ὄντων τῆς Εὐβουλίδου διαδοχῆς Ἀλεξῖνος ἐγένετο Ἠλεῖος, ἀνὴρ φιλονεικότατος· διὸ καὶ Ἐλεγξῖνος ἐπεκλήθη. διεφέρετο δὲ μάλιστα πρὸς Ζήνωνα. φησὶ δʼ Ἕρμιππος περὶ αὐτοῦ ὡς ἄρα ἀπελθὼν ἐκ τῆς Ἤλιδος εἰς Ὀλυμπίαν αὐτόθι φιλοσοφοίη. τῶν δὲ μαθητῶν αὐτοῦ πυνθανομένων διὰ τί τῇδε κατοικεῖ, φάναι

V1_238
βούλεσθαι αἵρεσιν συστήσασθαι ἣν Ὀλυμπικὴν κληθήσεσθαι. τοὺς δὲ καὶ τοῖς ἐφοδίοις θλιβομένους καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν ἔρημον τὸν Ἀλεξῖνον σὺν οἰκέτῃ μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆναι καλάμῳ καὶ οὕτω τελευτῆσαι.

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον·

    οὐκ ἆρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος,
  1. ὡς ἀτυχής τις ἐὼν
  2. τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ.
  3. καὶ γὰρ ὁ σεμνὸς ἀνήρ,
  4. πρὶν Ἀλφεόν ποτʼ ἐκπερᾶν, Ἀλεξῖνος
  5. θνῆσκε νυγεὶς καλάμῳ.
γέγραφε δʼ οὐ μόνον πρὸς Ζήνωνα, ἀλλὰ καὶ ἄλλα βιβλία καὶ πρὸς Ἔφορον τὸν ἱστοριογράφον.

Εὐβουλίδου δὲ καὶ Εὔφαντος γέγονε 〈γνώριμοσ〉 ὁ Ὀλύνθιος, ἱστορίας γεγραφὼς τὰς κατὰ τοὺς χρόνους τοὺς ἑαυτοῦ. ἐποίησε δὲ καὶ τραγῳδίας πλείους, ἐν αἷς εὐδοκίμει κατὰ τοὺς ἀγῶνας. γέγονε δὲ καὶ Ἀντιγόνου τοῦ βασιλέως διδάσκαλος, πρὸς ὃν καὶ λόγον γέγραφε Περὶ βασιλείας σφόδρα εὐδοκιμοῦντα. τὸν βίον δὲ γήρᾳ κατέστρεψεν.

Εἰσὶ δὲ καὶ ἄλλοι διακηκοότες Εὐβουλίδου, ἐν οἷς καὶ Ἀπολλώνιος ὁ Κρόνος, οὗ Διόδωρος Ἀμεινίου Ἰασεύς, καὶ αὐτὸς Κρόνος ἐπίκλην, περὶ οὗ φησι Καλλίμαχος ἐν ἐπιγράμμασιν·

  1. αὐτὸς ὁ Μῶμος
  2. ἔγραφεν ἐν τοίχοις, ὁ Κρόνος ἐστὶ σοφός.
ἦν δὲ καὶ οὗτος διαλεκτικός, πρῶτος δόξας εὑρηκέναι
V1_240
τὸν ἐγκεκαλυμμένον καὶ κερατίνην λόγον κατά τινας. οὗτος παρὰ Πτολεμαίῳ τῷ Σωτῆρι διατρίβων λόγους τινὰς διαλεκτικοὺς ἠρωτήθη πρὸς Στίλπωνος· καὶ μὴ δυνάμενος παραχρῆμα διαλύσασθαι, ὑπὸ τοῦ βασιλέως τά τε ἄλλα ἐπετιμήθη καὶ δὴ καὶ Κρόνος ἤκουσεν ἐν σκώμματος μέρει.

ἐξελθὼν δὴ τοῦ συμποσίου καὶ λόγον γράψας περὶ τοῦ προβλήματος ἀθυμίᾳ τὸν βίον κατέστρεψε. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

    Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ
  1. ἀθυμίῃ ξυνείρυσεν,
  2. ἵνʼ αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον
  3. Στίλπωνος οὐ λύσας ἔπη
  4. αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος
  5. ἔξωθε τοῦ ῥῶ κάππα τε.

Τῶν δʼ ἀπʼ Εὐκλείδου ἐστὶ καὶ Ἰχθύας Μετάλλου, ἀνὴρ γενναῖος, πρὸς ὃν καὶ Διογένης ὁ κυνικὸς διάλογον πεποίηται· Κλεινόμαχός θʼ ὁ Θούριος, ὃς πρῶτος περὶ ἀξιωμάτων καὶ κατηγορημάτων καὶ τῶν τοιούτων συνέγραψε· καὶ Στίλπων ὁ Μεγαρεύς, διασημότατος φιλόσοφος, περὶ οὗ λεκτέον.

Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπʼ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. τοσοῦτον δʼ εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι

V1_242
πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω· παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρητικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασε, παρʼ Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν· ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπʼ Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε.

χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον, ἁπάντων πρωτεύοντα τῶν ἐν τῇ Ἑλλάδι ῥητόρων, Κράτητά τε καὶ ἄλλους πλείστους ὅσους ἐθήρασε· καὶ δὴ καὶ Ζήνωνα τὸν Φοίνικα μετὰ τούτων ἀφείλετο.

Ἦν δὲ καὶ πολιτικώτατος.

Καὶ γυναῖκα ἠγάγετο· καὶ ἑταίρᾳ συνῆν Νικαρέτῃ, ὥς φησί που καὶ Ὀνήτωρ. καὶ θυγατέρα ἀκόλαστον ἐγέννησεν, ἣν ἔγημε γνώριμός τις αὐτοῦ Σιμμίας Συρακόσιος. ταύτης οὐ κατὰ τρόπον βιούσης εἶπέ τις πρὸς τὸν Ζτίλπωνα, ὡς καταισχύνοι αὐτόν· ὁ δέ, οὐ μᾶλλον, εἶπεν, ἢ ἐγὼ ταύτην κοσμῶ.

Ἀπεδέχετο δʼ αὐτόν, φασί, καὶ Πτολεμαῖος ὁ Ζωτήρ. καὶ ἐγκρατὴς Μεγάρων γενόμενος ἐδίδου τε ἀργύριον αὐτῷ καὶ παρεκάλει εἰς Αἴγυπτον συμπλεῖν· ὁ δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. ἀλλὰ καὶ Δημήτριος ὁ Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα τήν τε οἰκίαν αὐτῷ φυλαχθῆναι καὶ πάντα τὰ ἁρπασθέντα προὐνόησεν ἀποδοθῆναι. ὅτε καὶ βουλομένῳ παρʼ αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν ἔφη

V1_244
μηδὲν τῶν οἰκείων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τόν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην.

Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι· ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι; φήσαντος δέ, ναί, αὕτη δέ γε, εἶπεν, οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου· συγχωρουμένου δέ, οὐκ ἄρα, εἶπε, θεός ἐστιν. ἐφʼ ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δʼ ὀρθῶς διειλέχθαι· μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν· θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, πόθεν δὲ τοῦτʼ ᾔδει Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο; ἦν δʼ ἀληθῶς οὗτος μὲν θρασύτατος· Στίλπων δὲ κομψότατος.

Κράτητος τοίνυν αὐτὸν ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, περὶ τούτων μὴ ἐρώτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον. τὸ δʼ αὐτὸ καὶ Βίωνα ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν·

οὐκ ἀπʼ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ;

Ἦν δʼ ὁ Στίλπων καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Κράτητος γοῦν ποτε τοῦ κυνικοῦ πρὸς μὲν τὸ ἐρωτηθὲν οὐκ ἀποκριναμένου,

V1_246
ἀποπαρδόντος δέ, ᾔδειν, ἔφη, ὡς πάντα μᾶλλον φθέγξῃ ἢ ἃ δεῖ.

ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν· τοῦ δέ, ὦ Ἡράκλεις, εἰπόντος, ἀπολώλεκα τὴν ἰσχάδα· οὐ μόνον, ἔφη, ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς. πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, ὦ Κράτης, εἶπε, δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ. [ὅπερ ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω·

καὶ μὴν Στίλπωνʼ εἰσεῖδον χαλέπʼ ἄλγεʼ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθα τʼ ἐρίζεσκεν, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι· τὴν δʼ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

Λέγεται δʼ οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους, ὥστʼ ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, Στίλπων, θαυμάζουσί σε ὡς θηρίον, οὐ μὲν οὖν, εἰπεῖν, ἀλλʼ ὡς ἄνθρωπον ἀληθινόν. δεινὸς δʼ ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδʼ ἄρα τόνδε. καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. φασὶ δʼ αὐτὸν ὁμιλοῦντα Κράτητι μετάξὺ σπεῦσαι ἰχθῦς πρίασθαι· τοῦ δʼ ἐπισπωμένου καὶ φάσκοντος, καταλείπεις τὸν λόγον; οὐκ ἔγωγε, ἔφη, ἀλλὰ τὸν μὲν

V1_248
λόγον ἔχω, σὲ δὲ καταλείπω· ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δʼ ὄψον πεπράσεται.

Φέρονται δʼ αὐτοῦ διάλογοι ἐννέα ψυχροί· Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης καὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνοι.

Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν·

    τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δʼ ἴσως,
  1. γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν·
  2. ἀλλʼ οἶνον εὗρε τῆς κακῆς συνωρίδος
  3. φέρτερον ἡνίοχν· 〈χανδὸν〉 πιὼν γὰρ ἤλασεν.
προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ·

Στίλπωνός ἐστι βύσμαθʼ ὁ Χαρίνου λόγος.

Κρίτων Ἀθηναῖος· οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτʼ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δʼ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους,

  • Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί.
  • Περὶ τοῦ πλέον ἔχειν.
  • V1_250
  • Τί τὸ ἐπιτήδειον ἢ Πολιτικός.
  • Περὶ τοῦ καλοῦ.
  • Περὶ τοῦ κακουργεῖν.
  • Περὶ εὐθημοσύνης.
  • Περὶ τοῦ νόμου.
  • Περὶ τοῦ θείου.
  • Περὶ τεχνῶν.
  • Περὶ συνουσίας.
  • Περὶ σοφίας.
  • Πρωταγόρας ἢ Πολιτικός.
  • Περὶ γραμμάτων.
  • Περὶ ποιητικῆς, [περὶ τοῦ καλοῦ].
  • Περὶ τοῦ μαθεῖν.
  • Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης.
  • Τί τὸ ἐπίστασθαι.
  • Σίμων Ἀθηναῖος, σκυτοτόμος. οὗτος ἐρχομένου Σωκράτους ἐπὶ τὸ ἐργαστήριον καὶ διαλεγομένου τινά, ὧν ἐμνημόνευεν ὑποσημειώσεις ἐποιεῖτο· ὅθεν σκυτικοὺς αὐτοῦ τοὺς διαλόγους καλοῦσιν. εἰσὶ δὲ τρεῖς καὶ τριάκοντα ἐν ἑνὶ φερόμενοι βιβλίῳ·

  • Περὶ θεῶν.
  • Περὶ τοῦ ἀγαθοῦ.
  • Περὶ τοῦ καλοῦ.
  • Τί τὸ καλόν.
  • Περὶ δικαίου πρῶτον, δεύτερον.
  • Περὶ ἀρετῆς ὅτι οὐ διδακτόν.
  • Περὶ ἀνδρείας πρῶτον, δεύτερον, τρίτον.
  • Περὶ νόμου.
  • Περὶ δημαγωγίας.
  • Περὶ τιμῆς.
  • V1_252
  • Περὶ ποιήσεως.
  • Περὶ εὐπαθείας.
  • Περὶ ἔρωτος.
  • Περὶ φιλοσοφίας
  • Περὶ ἐπιστήμης.
  • Περὶ μουσικῆς.
  • Περὶ ποιήσεως.
  • Τί τὸ καλόν.
  • Περὶ διδασκαλίας.
  • Περὶ τοῦ διαλέγεσθαι.
  • Περὶ κρίσεως.
  • Περὶ τοῦ ὄντος.
  • Περὶ ἀριθμοῦ.
  • Περὶ ἐπιμελείας.
  • Περὶ τοῦ ἐργάζεσθαι.
  • Περὶ φιλοκερδοῦς.
  • Περὶ ἀλαζονείας.
  • Περὶ τοῦ καλοῦ.
  • οἱ δέ,

  • Περὶ τοῦ βουλεύεσθαι.
  • Περὶ λόγου ἢ περὶ ἐπιτηδειότητος.
  • Περὶ κακουργίας.
  • Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι.

    Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα· καί τις ἀνδριαντοποιός.

    V1_254

    Γλαύκων Ἀθηναῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι ἐννέα·

  • Φειδύλος.
  • Εὐριπίδης.
  • Ἀμύντιχος.
  • Εὐθίας.
  • Λυσιθείδης.
  • Ἀριστοφάνης.
  • Κέφαλος.
  • Ἀναξίφημος.
  • Μενέξενος.
  • φέρονται καὶ ἄλλοι δύο καὶ τριάκοντα, οἳ νοθεύονται.

    Σιμμίας Θηβαῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι τρεῖς καὶ εἴκοσι·

  • Περὶ σοφίας.
  • Περὶ λογισμοῦ.
  • Περὶ μουσικῆς.
  • Περὶ ἐπῶν.
  • Περὶ ἀνδρείας.
  • Περὶ φιλοσοφίας.
  • Περὶ ἀληθείας.
  • Περὶ γραμμάτων.
  • Περὶ διδασκαλίας.
  • Περὶ τέχνης.
  • Περὶ τοῦ ἐπιστατεῖν.
  • Περὶ πρέποντος.
  • Περὶ αἱρετου καὶ φευκτοῦ.
  • Περὶ φίλου.
  • V1_256
  • Περὶ τοῦ εἰδέναι.
  • Περὶ ψυχῆς.
  • Περὶ τοῦ εὖ ζῆν.
  • Περὶ δυνατοῦ.
  • Περὶ χρημάτων.
  • Περὶ ζωῆς.
  • Τί τὸ καλόν.
  • Περὶ ἐπιμελείας.
  • Περὶ ἔρωτος.
  • Κέβης ὁ Θηβαῖος· καὶ τούτου φέρονται διάλογοι τρεῖς·

  • Πίναξ.
  • Ἑβδόμη.
  • Φρύνιχος.