Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν ἀνελεῖν[*](ἀνειπεῖν vulg.· corr. H. Richards.) ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος·

    Οἰταῖόν τινά φημι Μύσωνʼ ἐνὶ Χηνὶ γενέσθαι
  1. σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι.
πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, ἀλλʼ, ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου. καὶ μάλα, εἶπεν, ὥστε ἐπισκευάζειν.

ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί, Ἠτεῖόν τινά φημι· καὶ ζητοῦσι τί ἐστιν

V1_112
ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δʼ ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δʼ ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξίλαος δʼ Ἀρκάδα.

Μέμνηται δʼ αὐτοῦ καὶ Ἱππῶναξ εἰπών·

    καὶ Μύσων ὃν Ὡπόλλων
  1. ἀνεῖλεν ἀνδρῶν σωφρονέστατον πάντων.
Ἀριστόξενος δέ φησιν ἐν τοῖς σποράδην οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι· μισανθρωπεῖν γάρ.

ὀφθῆναι γοῦν ἐν Λακεδαίμονι μόνον ἐπʼ ἐρημίας γελῶντα· ἄφνω δέ τινος ἐπιστάντος καὶ πυθομένου διὰ τί μηδενὸς παρόντος γελᾷ, φάναι, διʼ αὐτὸ τοῦτο. φησὶ δʼ Ἀριστόξενος ὅτι ἔνθεν καὶ ἄδοξος ἦν, ὅτι μηδὲ πόλεως, ἀλλὰ κώμης, καὶ ταῦτα ἀφανοῦς. ὅθεν διὰ τὴν ἀδοξίαν αὐτοῦ καὶ τὰ αὐτοῦ τινας Πεισιστράτῳ περιθεῖναι τῷ τυράννῳ, χωρὶς Πλάτωνος τοῦ φιλοσόφου. μέμνηται γὰρ αὐτοῦ καὶ οὗτος ἐν τῷ Πρωταγόρᾳ, ἀντὶ Περιάνδρου θεὶς αὐτόν.

Ἔφασκε δὲ μὴ ἐκ τῶν λόγων τὰ πράγματα, ἀλλʼ ἐκ τῶν πραγμάτων τοὺς λόγους ζητεῖν· οὐ γὰρ ἕνεκα τῶν λόγων τὰ πράγματα συντελεῖσθαι, ἀλλʼ ἕνεκα τῶν πραγμάτων τοὺς λόγους.

Κατέστρεψε δὲ βιοὺς ἔτη ἑπτὰ καὶ ἐννενήκοντα.