Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν,[*](Θηλιδῶν] Νηλιδῶν Bywater.) οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνορος. 〈ἦν δὲ τῶν ἑπτὰ σοφῶν〉, καθὰ καὶ Πλάτων φησί· καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος Ἀθήνησι Δαμασίου, καθʼ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων Ἀναγραφῇ. ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νείλεῳ ἐκπεσόντι Φοινίκης· ὡς δʼ οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ.

V1_24

Μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. καὶ κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. Καλλίμαχος δʼ αὐτὸν οἶδεν εὑρετὴν τῆς ἄρκτου τῆς μικρᾶς, λέγων ἐν τοῖς Ἰάμβοις οὕτως·

    καὶ τῆς ἁμάξης ἐλέγετο σταθμήσασθαι
  1. τοὺς ἀστερίσκους, ᾗ πλέουσι Φοίνικες.
κατά τινας δὲ μόνα δύο συνέγραψε, Περὶ τροπῆς καὶ Ἰσημερίας, τὰ ἄλλʼ ἀκατάληπτα εἶναι δοκιμάσας. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος ἐν τῇ περὶ τῶν Ἀστρολογουμένων ἱστορίᾳ· ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει. μαρτυρεῖ δʼ αὐτῷ καὶ Ἡράκλειτος καὶ Δημόκριτος.

Ἔνιοι δὲ καὶ αὐτὸν πρῶτον εἰπεῖν φασιν ἀθανάτους τὰς ψυχάς· ὧν ἐστι Χοιρίλος ὁ ποιητής. πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρε, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθος 〈τοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθοσ〉 τοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. πρῶτος δὲ καὶ τὴν ὑστάτην ἡμέραν τοῦ μηνὸς τριακάδα εἶπε. πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη, ὥς τινες.

Ἀριστοτέλης δὲ καὶ Ἱππίας φασὶν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου.

V1_26
παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη πρῶτον καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον, καὶ θῦσαι βοῦν.

οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν Ἀπολλόδωρος ὁ λογιστικός. οὗτος προήγαγεν ἐπὶ πλεῖστον, ἅ φησι Καλλίμαχος ἐν τοῖς Ἰάμβοις Εὔφορβον εὑρεῖν τὸν Φρύγα, οἷον σκαληνὰ καὶ τρίγωνα καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας.

Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίᾳ ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. καὶ αὐτὸς δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν.

ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι, [νὴ Δία], ἔλεγεν, οὐδέπω καιρός. εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης, εἰπεῖν, οὐκέτι καιρός. φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων, ὅτι βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.

Ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. τάς τε

V1_28
ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν.

Οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. ὁ δὲ Ἱερώνυμος καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν. συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης.

Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων.

φασὶ γὰρ Ἰωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως·

    ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς;
  1. τίς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδʼ αὐδῶ.
διδοῦσιν οὖν Θαλῇ· ὁ δὲ ἄλλῳ καὶ ἄλλος ἄλλῳ ἕως Σόλωνος. ὁ δὲ ἔφη σοφίᾳ πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. ταῦτα δὴ ὁ Καλλίμαχος ἐν τοῖς Ἰάμβοις ἄλλως ἱστορεῖ, παρὰ Μαιανδρίου λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα Ἀρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι δοῦναι τῶν σοφῶν ὀνηΐστῳ. ἐδόθη δὴ Θαλῇ καὶ κατὰ περίοδον πάλιν Θαλῇ·

ὁ δὲ τῷΔ ιδυμεῖ

V1_30
Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον·
    Θαλῆς με τῷ μεδεῦντι Νείλεω δήμου
  1. δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον.
τὸ δὲ πεζὸν οὕτως ἔχει· Θαλῆς Ἐξαμύου Μιλήσιος Ἀπόλλωνι Δελφινίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών. ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῷ Περὶ Ἀχιλλέως καὶ Ἀλέξων ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν.

Εὔδοξος δʼ ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιός φασι τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῷ τῷ σοφωτάτῳ τῶν Ἑλλήνων· τὸν δὲ δοῦναι Θαλῇ.

Καὶ περιελθεῖν εἰς Χίλωνα, ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος· καὶ τὸν ἀνελεῖν[*](ἀνειπεῖν vulg.: corr. H. Richards.) Μύσωνα, περὶ οὗ λέξομεν. (τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δʼ ἀντὶ Περιάνδρου.) περὶ αὐτοῦ δὴ τάδε ἀνεῖλεν[*](ἀνεῖπεν vulg.: corr. H. Richards.) ὁ Πύθιος·

    Οἰταῖόν τινα φημὶ Μύσωνʼ ἐνὶ Χηνὶ γενέσθαι
  1. σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν.
ὁ δʼ ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δʼ ὁ Πλατωνικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι.

V1_32

Ἄνδρων δʼ ἐν τῷ Τρίποδι Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι· κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι.

μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως·

    ὣς γὰρ δή ποτʼ Ἀριστόδαμόν φασʼ οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον
  1. εἰπεῖν· χρήματʼ ἀνήρ, πενιχρὸς δʼ οὐδεὶς πέλετʼ ἐσλός.
ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι·

διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν.

Ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῇ Ἑλένῃ ἁρπασθέντα ὑπʼ Ἀλεξάνδρου ῥιφῆναι εἰς τὴν Κῴαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. χρόνῳ δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖφον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσῃ μηνύουσιν. οἱ δʼ ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κῴους πολεμοῦσι. καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς

V1_34
δοῦναι τῷ σοφωτάτῳ· καὶ ἀμφότεροι συνῄνεσαν Θαλῇ. ὁ δὲ μετὰ τὴν περίοδον τῷ Διδυμεῖ τίθησιν Ἀπόλλωνι.

Κῴοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον·

    οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ Ἰώνων,
  1. πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ,
  2. ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται,
  3. ὃς σοφὸς ᾖ τὰ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
Μιλησίοις δέ·
ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς;
καὶ ὡς προείρηται. καὶ τόδε μὲν οὕτως.

Ἕρμιππος δʼ ἐν τοῖς Βίοις εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος.

λέγεται δʼ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσῃ, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῷ ἀνοιμώξαντι φάναι τὴν γραῦν· σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι; οἶδε δʼ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις ἐπαινεῖ αὐτὸν λέγων·

οἷόν θʼ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα.

Τὰ δὲ γεγραμμένα ὑπʼ αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος εἰς ἔπη τείνειν διακόσια. ἐπιγεγράφθαι δʼ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε·

V1_36
    τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασʼ ἀνέδειξεν
  1. ἀστρολόγων πάντων πρεσβύτατον σοφίᾳ.

Τῶν τε ᾀδομένων αὐτοῦ τάδε εἶναι·

    οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν·
  1. ἕν τι μάτευε σοφόν,
  2. ἕν τι κεδνὸν αἱροῦ·
  3. δήσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.

Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε·

    πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ.
  1. κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ.
  2. μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ.
  3. τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει.
  4. ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων.
  5. σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα.
οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. σὺ οὖν, ἔφη τις, διὰ τί οὐκ ἀποθνήσκεις; ὅτι, ἔφη, οὐδὲν διαφέρει.

πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, ἡ νύξ, ἔφη, μιᾷ ἡμέρᾳ πρότερον. ἠρώτησέ τις αὐτὸν εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ἀλλʼ οὐδὲ διανοούμενος, ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, οὐ χεῖρον, ἔφη, μοιχείας ἐπιορκία. ἐρωτηθεὶς τί δύσκολον, ἔφη, τὸ ἑαυτὸν γνῶναι· τί δὲ εὔκολον, τὸ ἄλλῳ ὑποθέσθαι· τί ἥδιστον, τὸ ἐπιτυγχάνειν· τί τὸ θεῖον, τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν. τί δὲ καινὸν εἴη τεθεαμένος

V1_38
ἔφη· γέροντα τύραννον. πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι· πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν·

τίς εὐδαίμων, ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος. φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι· μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. μὴ πλούτει, φησί, κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας. οὓς ἂν ἐράνους εἰσενέγκῃς, φησί, τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων. τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.

Φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης [ἐνάτης ?] Ὀλυμπιάδος.

ἐτελεύτησε δʼ ἐτῶν ἑβδομήκοντα ὀκτώ, 〈ἤ, ὡς Σωσικράτης φησίν, ἐνενήκοντα〉· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, ᾧ καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα.

Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, πέντε·

  • ῥήτωρ Καλλατιανός, κακόζηλος·
  • ζωγράφος Σικυώνιος, μεγαλοφυής·
  • τρίτος ἀρχαῖος πάνυ, κατὰ Ἡσίοδον καὶ Ὅμηρον καὶ Λυκοῦργον·
  • τέταρτος οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγραφίας·
  • V1_40
  • πέμπτος νεώτερος, ἄδοξος, οὗ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς.
  • Ὁ δʼ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι·

      ἦ ὀλίγον τόδε σᾶμα — τὸ δὲ κλέος οὐρανόμακες —
    1. τῶ πολυφροντίστω τοῦτο Θάλητος ὅρη.
    ἔστι καὶ παρʼ ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα·
      γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,
    1. τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.
    2. αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς
    3. οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

    Τούτου ἐστὶν τὸ Γνῶθι σαυτόν, ὅπερ Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς Φημονόης εἶναί φησιν, ἐξιδιοποιήσασθαι δὲ αὐτὸ Χίλωνα.

    Περὶ δὴ τῶν ἑπτά—ἄξιον γὰρ ἐνταῦθα καθολικῶς κἀκείνων ἐπιμνησθῆναι—λόγοι φέρονται τοιοῦτοι. Δάμων ὁ Κυρηναῖος, γεγραφὼς Περὶ τῶν φιλοσόφων, πᾶσιν ἐγκαλεῖ, μάλιστα δὲ τοῖς ἑπτά. Ἀναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῇ· ὁ δὲ Δικαίαρχος οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ

    V1_42
    νομοθετικούς. Ἀρχέτιμος δὲ ὁ Συρακούσιος ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλῳ, ᾗ καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος δὲ παρὰ Κροίσῳ πλὴν Θαλοῦ. φασὶ δέ τινες καὶ ἐν Πανιωνίῳ καὶ ἐν Κορίνθῳ καὶ ἐν Δελφοῖς συνελθεῖν αὐτούς.

    διαφωνοῦνται δὲ καὶ αἱ ἀποφάσεις αὐτῶν καὶ ἄλλου ἄλλο φασίν, ὡς ἐκεῖνο·

      ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδʼ ἔλεξε·
    1. μηδὲν ἄγαν· καιρῷ πάντα πρόσεστι καλά.
    στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Μαιάνδριος μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γοργιάδα, Λεβέδιον ἢ Ἐφέσιον, ἐγκρίνει καὶ Ἐπιμενίδην τὸν Κρῆτα· Πλάτων δὲ ἐν Πρωταγόρᾳ Μύσωνα ἀντὶ Περιάνδρου· Ἔφορος δὲ ἀντὶ Μύσωνος Ἀνάχαρσιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Δικαίαρχος δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν, Βίαντα, Πιττακόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον. ἔνιοι προστιθέασιν Ἀκουσίλαον Κάβα ἢ Σκάβρα Ἀργεῖον.