History of the Peloponnesian War

Thucydides

Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).

ἰδὼν δ’ ὁ κῆρυξ τὰ ὅπλα τῶν ἀπὸ τῆς πόλεως Ἀμπρακιωτῶν ἐθαύμαζε τὸ πλῆθος· οὐ γὰρ ᾔδει τὸ πάθος, ἀλλ’ ᾤετο τῶν μετὰ σφῶν εἶναι.

καί τις αὐτὸν ἤρετο ὅτι θαυμάζοι καὶ ὁπόσοι αὐτῶν τεθνᾶσιν, οἰόμενος αὖ ὁ ἐρωτῶν εἶναι τὸν κήρυκα ἀπὸ τῶν ἐν Ἰδομεναῖς. ὁ δ’ ἔφη διακοσίους μάλιστα. ὑπολαβὼν δ’ ὁ ἐρωτῶν εἶπεν ‘οὔκουν τὰ ὅπλα ταυτὶ φαίνεται,

ἀλλὰ πλέον ἢ χιλίων.’ αὖθις δὲ εἶπεν ἐκεῖνος ‘οὐκ ἄρα τῶν μεθ’ ἡμῶν μαχομένων ἐστίν.’ ὁ δ’ ἀπεκρίνατο ‘εἴπερ γε ὑμεῖς ἐν Ἰδομενῇ χθὲς ἐμάχεσθε.’ ‘ἀλλ’ ἡμεῖς γε οὐδενὶ ἐμαχόμεθα χθές, ἀλλὰ πρῴην ἐν τῇ ἀποχωρήσει.’ ‘καὶ μὲν δὴ τούτοις γε ἡμεῖς χθὲς ἀπὸ τῆς πόλεως βοηθήσασι τῆς Ἀμπρακιωτῶν ἐμαχόμεθα.’