Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δʼ ἐς αὐγὰς
  2. ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.’
  3. τῷ δʼ ἄρʼ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τʼ ὀνόμηνεν
  4. Αἰσονίδῃ· ὁ δʼ ἔπειτα θεοπροπίας Ἑκάτοιο
  5. θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε·
  6. ‘ὦ πέπον, ἦ μέγα δή δε καὶ ἀγλαὸν ἔμμορε κῦδος.
  7. βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι
  8. νῆσον, ἵνʼ ὁπλότεροι παίδων δέθεν ἐννάσσονται
  9. παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν
  10. τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος
  11. ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.’
  12. ὧς ἔφατʼ· οὐδʼ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο
  13. Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
  14. ἧκεν ὑποβρυχίην. τῆς δʼ ἔκτοθι νῆσος ἀέρθη
  15. καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
  16. οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
  17. Λήμνου τʼ ἐξελαθέντες ὑπʼ ἀνδράσι Τυρσηνοῖσιν
  18. Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας
  19. Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας