Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Λητοΐδη, τύνη δὲ κατʼ οὐρανοῦ ἵκεο πέτρας
  2. ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τʼ ἐνὶ πόντῳ
  3. ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,
  4. δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον·
  5. μαρμαρέην δʼ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην.
  6. τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρʼ ἐφαάνθη
  7. νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,
  8. ἔνθʼ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δʼ Ἠὼς
  9. φέγγεν ἀνερχομένη· τοὶ δʼ ἀγλαὸν Ἀπόλλωνι
  10. ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν
  11. ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης
  12. Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον
  13. ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
  14. ῥέζον δʼ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν
  15. ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς
  16. ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο
  17. Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτʼ ἔπειτα
  18. ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς
  19. αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.