Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
  2. ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε
  3. ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν
  4. ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·
  5. ‘κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
  6. στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
  7. αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
  8. ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν· ἂν δʼ ἐκάλυψαν
  9. πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μʼ ἐκέλοντο
  10. αὐτόν τʼ ἔγρεσθαι, ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα·
  11. μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
  12. ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
  13. ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη
  14. ἅρμα Ποσειδάωνος. ἐγὼ δʼ οὐ πάγχυ νοῆσαι
  15. τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
  16. ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες·
  17. καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴν
  18. ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.
  19. οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
  20. ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.’