Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει
  2. κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος
  3. Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι.
  4. ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,
  5. πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο.
  6. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.
  1. αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
  2. Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε
  3. ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,
  4. ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπω
  5. φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων.
  6. ἤτοι ὁ μὲν δήμοιο μετʼ ἀνδράσιν, ὅσσοι ἄριστοι,
  7. παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν
  8. οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ
  9. Αἰήτης ἄμοτον κεχολωμένος· οὐδʼ ὅγε πάμπαν
  10. θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.
  11. τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη·
  12. τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης
  13. τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.
  14. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν