Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·
  2. πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
  3. ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
  4. ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.
  5. ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα
  6. αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
  7. ἢ κείνας· ὧδʼ αἶψα διηέριαι ποτέονται.
  8. τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν,
  9. πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·
  10. οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
  11. οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
  12. ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
  13. μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.
  14. τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
  15. υἱέας. οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
  16. εἰ δὴ ἐγὼν ὁ πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
  17. ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατʼ Ἀγήνωρ·
  18. τῶν δὲ κασιγνήτην, ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
  19. Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.’
  20. Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον