Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα
  2. αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
  3. ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο
  4. Φᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου.
  5. αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
  6. ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν
  7. ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖς