Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- χερσὶν ὑφʼ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.
- ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας
- τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν
- ἀμφʼ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,
- ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,
- κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο.
- καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.
- τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη,
- Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·
- ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας
- νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ
- νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν·
- ‘τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν
- Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;
- Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι
- ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,
- ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους
- ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω.
- αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο
- πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα