Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Καὶ βασιλεύει μετ̓ αὐτὸν Ὀπίλιος Μακρῖνος ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς καὶ μετέσχεν ἁλουργίδος ὁ παῖς αὐτοῦ Διαδούμενος. ἔπραξε δὲ οὐδὲ οὗτος μνήμης ἄξιον οὐδὲν τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. ἀνεῖλε δὲ ἀμφοτέρους στρατιωτικὴ στάσις.
Δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος Ἀντωνῖνος Ἀντωνίνου Καρακάλου παῖς ὢν, ὡς ὑπείληπτο, ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιογαβάλου. οὗτος ἐπὶ χρηστῇ τοῦ δήμου προσδοκίᾳ τὴν Ῥώμην καταλαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. αἰσχρὸν γὰρ καὶ ἐπονείδιστον μετελθὼν βίον μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη: καὶ ἡ μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.
Ἐντεῦθεν ἦλθεν ἐπὶ βασιλείαν Ἀλέξανδρος, Καῖσαρ μὲν ὑπὸ τῆς στρατιᾶς ἀναρρηθείς, Αὔγουστος δὲ ὑπὸ τῆς συγκλήτου κομιδῆ νέος. οὗτος εὐθὺς ἐπὶ Πέρσας ἐστράτευσε καὶ τὸν βασιλέα Αρσὴν μετὰ πολλῆς ἐνίκησε τῆς εὐκλείας. φοβερός τε ἐγένετο τῷ στρατῷ, ὥστε ἀτάραχον αὐτὸν ἐν πολλῷ διαμεῖναι χρόνῳ: ἐπειδὴ γοῦν τινα τῶν ταγμάτων ἐπήρθη πρὸς στάσεις, ἐκόλασέ τε καὶ τοὺς ἐν