Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἀλλ̓ ὁ Τιβέριος ῥαθυμίᾳ τε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ: ἡδοναῖς τε ἐξέδωκεν ἑαυτὸν πολέμου μὲν οὐδεγὸς μετασχών, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους ληγάτους ἐκπέμπων. πίστεώς τε ὀλίγος ἦν αὐτῷ λόγος. πολλοὺς γοῦν τῶν κατὰ ἔθνη βασιλευόντων ἐξ ἀπάτης εἰς ἑαυτὸν καλῶν κατεῖχεν ἄκοντας, ὡς Ἀρχέλαον τὸν Καππαδόκων βασιλέα, ὃν καὶ τῆς ἀρχῆς ἐκβαλὼν ἐπαρχίαν τε ἐποίησε τὸ ἔθνος καὶ τὴν μεγίστην πόλιν ὀνόματι προσηγόρευσεν οἰκείῳ Καισάρειαν, Μαζάκην πρότερον καλουμένην. οὗτος μὲν οὖν τρίτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει τὸν βίον ἐτελεύτησεν ἐπὶ τῆς Καμπανίας ἑβδομήκοντα καὶ ὀκτὼ γεγενημένος ἔτη. μεγίστην τε ἔτεκεν ἅπασιν εὐφροσύνην ἡ τελευτή.

Καὶ δέχεται τὴν βασιλείαν Γάϊος Καίσαρ, ᾧπερ ἦν ἐπώνυμον Καλιγούλας, Δρούσου τε ἀδελφιδοῦς καὶ αὐτοῦ Τιβερίου, παμμίαρος καὶ πάσης πέρα συμφορᾶς, ὃς ἐκ τῆς αὐτοῦ κακίας πλείστην ἤνεγκε τοῖς Τιβερίου πταίσμασιν ἀπολογίαν. οὗτος πόλεμον ἐπαγαγὼν τοῖς Γερμανοῖς ἀνεχώρησε μὲν ἐκ τῆς μάχης αἰσχρῶς. βιασάμενος δὲ τὰς ἀδελφὰς καὶ συνελθὼν ἑκατέραις θυγατέρα ἐκ μιᾶς αὐτῶν ἐποιήσατο καὶ τῆς ἑαυτοῦ ἐκγόνης αὖθις ἐγένετο φθορεύς. φιλάργυρος δὲ ὢν καὶ πλεονεξίᾳ κατὰ πάντων χρώμενος, οὐδεμιᾶς δὲ ἀπεχόμενος ἡδονῆς καὶ τοῖς αἰσχροῖς ὠμότητα συνάπτων ἐν τῷ παλατίῳ κατεσφάγη ἐννάτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τρίτῳ δὲ τῆς βασιλείας πρὸς δέκα μησὶ καὶ ἡμέραις ὀκτώ.

Μετὰ τοῦτον βασιλεύει Κλαύδιος: ὃς ἦν μὲν θεῖος τοῦ Καλιγούλου, Δρούσου δὲ παῖς, οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε μετριότητι μὲν πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα. καὶ πρῶτος μετὰ τὸν πρόγονον αὐτοῦ Γάϊον Καίσαρα Βρεττανοῖς ἐπήνεγκε

125
πόλεμον. νικήσας τε αὐτοὺς καὶ φόροις ὑπαγαγὼν διὰ Γναίου Σεντίου καὶ Αὔλου Πλαυτίου τῶν στρατηγῶν ἐθριάμβευσεν: ὑπερβὰς δὲ Βρεττανοὺς τὰς Ὠκεανίτιδας νήσους, αἳ καλοῦνται νῦν Ὀρχάδες, συνῆψε Ῥωμαίοις. ὅλως δὲ πολιτείᾳ μᾶλλον ἦν πρέπων. ἀμέλει τὸν Πλαύτιον πολλὴν ἀνδρείαν ἐπιδεδειγμένον ἐν τοῖς ὅπλοις θριάμβῳ τιμήσας αὐτὸς αὐτοῦ προεπόμπευε καὶ ἐπὶ τὸ Καπετώλιον συνηκολούθησεν ἐν δεξιᾷ τὸν Πλαύτιον ἔχων. ἔζησεν ἔτη τέσσαρα καὶ ἑξήκοντα βασιλεύσας τέσσαρας ἐνιαυτοὺς καὶ δέκα, καθιερώθη τε μετὰ τελευτὴν καὶ προσηγορεύθη θεός.

Καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονώς, παριὼν δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον: τήν τε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν Ῥωμαϊκῶν ἐμείωσε δικαίων. οὕτω δὲ ἐδούλευεν ἡδοναῖς ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδεσθαι δαπάνης: ἐνελούετο μὲν γὰρ μύροις θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν δίκτυά τε κατασκευάσας ἐκ χρυσοῦ τε καὶ ἀλουργίδος τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο. τελευτῶν δὲ εἰς τοσαύτην ἤλασεν ἀσέλγειαν ὥστε ἐν θεάτροις πρὸς ὀρχηστὰς καὶ κιθαριστὰς καὶ φωνάσκους ἀγωνίσασθαι σχήματι καὶ στολῇ τῶν ταῦτα περιδεικνυμένων. ἰσόρροπα δὲ ἦν αὐτῷ καὶ τὰ τῆς ὠμότητος ὥστε μηδὲ τοῦ τῶν φιλτάτων αἵματος ἀποσχέσθαι: πολλούς τε τῶν συγκλητικῶν ἀποσφάξας ὕστερον τὸν ἀδελφὸν καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γαμετὴν διεχρήσατο. καὶ τὸ μέγιστον τοῦ διεφθάρθαι τὴν ψυχὴν αὐτῷ σημεῖον ἐκεῖνό ἐστιν: ἐπιθυμήσας γὰρ ὀφθαλμοῖς δέξασθαι τὸν ἐν ταῖς συγγραφαῖς τῆς Τροίας ἐμπρησμὸν ἐκέλευσε τοῖς λαμπροῖς τῆς Ῥώμης οἰκοδομήμασιν ἐπιβληθῆναι πῦρ καὶ τέρψεως εἶδος ἐποιεῖτο τοσαύτην συμφοράν. τούτου βασιλεύοντος αἱ μέγισται τῶν Βρεττανικῶν ἀφῃρέθησαν πόλεων καὶ Πέρσαις Ἀρμενία προσεχώρησε: καὶ ὅλως ἐν αἰσχύνῃ τὰ Ῥωμαίων ἐγένετο. κατεστήσατό γε μὴν ἐπαρχίας τόν τε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος, ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.

Ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ πολέμιος ἀπεφάνθη καὶ καταλειφθεὶς ὑπὸ τῶν δορυφόρων τε

127
καὶ ἡγουμένων ἐκαλεῖτο πρὸς τιμωρίαν: δόγμα δὲ ἦν ὥστε γυμνὸν αὐτὸν παντὸς ἐσθήματος περιαχθῆναι ζυγοῦ κατὰ τῶν τενόντων κειμένου καὶ καταξανθέντα τὸ σῶμα ῥάβδοις κατακρημνισθῆναι. τούτων οὕτω λελεγμένων αἰσθόμενος κατέφυγεν ἐπὶ τὸ προάστειον μεταξὺ Σαλαρίας καὶ Νωμεντάνης τετάρτῳ τῆς Ῥώμης σημείῳ καὶ τελευτὴν ἐπήγαγεν ἑαυτῷ. αὐτοῦ δὲ ἦν ἔργον τὸ λουτρόν, ὃ νῦν Ἀλεξανδρειανὰς προσαγορεύουσι, Νερωνιανὰς τὸ πρὶν καλούμενον: ἔδοξε γὰρ μηδαμοῦ τὴν προσηγορίαν αὐτοῦ φέρεσθαι. τριακοστοῦ δὲ καὶ ἑνὸς ἔτους τῆς ἡλικίας ἀπώλετο τέσσαρα ἐπὶ τοῖς δέκα βασιλεύσας: εἰς αὐτόν τε ἔστη τῆς τοῦ Καίσαρος συγγενείας ἡ διαδοχή.