Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἔννατον οὗν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγήν. ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δέ, ὃς ἦν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ. στρατεύουσι τοίνυν ἐπ̓ αὐτὸν οἵ τε ὕπατοι

115
Πάνσας καὶ Ἵρτιος: προσετέθη τε αὐτοῖς Ὀκταβιανὸς νέος ἔτι γεγονὼς ἐνιαυτοῖς ὀκτωκαίδεκα, ἀδελφιδοῦς τοῦ Καίσαρος καὶ τῆς οὐσίας ἐκ διαθήκης διάδοχος ὃν καὶ ὁμώνυμον ἑαυτῷ τὸ ἑξῆς γενέσθαι ἐν τῇ διαθήκῃ παρεκάλεσεν: ἐπεκλήθη τε ὕστερον Αὔγουστος καὶ ἐμονάρχησε πρῶτος.

Ἀντώνιος μὲν οὗν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν, δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείως τε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν: εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων: καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος: τῆς συγκλήτου τε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου τὸν Κικέρωνά τε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.

Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ ʽΛέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν̓ νικῶσιν, οὐκ ἔξω πληγῆς. Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου --- --- ---

117

Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.

Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα: καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν: Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται: οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.