Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥηγούλου τὴν ἀρχὴν ὑποδεξαμένων ἐκ τῆς Ἰταλίας τε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη: καὶ γίνεται ναυμαχία καρτερὰ πρὸς Ἀμιλκάρην τὸν τῶν πολεμίων στρατηγόν. καθ̓ ἣν τέσσαρας καὶ ἑξήκοντα ναῦς οἱ Ῥωμαῖοι καταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρεψαν εἰς φυγήν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι ναῦς. ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν εὐθὺς μὲν Κλιπέαν εἷλον ἐπιφανῆ τῶν Ἄφρων πόλιν: δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρχηδόνα: πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν: καὶ Μανίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης ἑπτὰ καὶ εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων. Ῥήγουλος δὲ προσμείνας ἔτι τοῖς πράγμασιν ἐπανέλαβεν ἐπ̓ αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος. περιγενόμενος δὲ τοῦ πολέμου ὀκτώ τε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζώντων ἑλὼν ἐλέφαντάς τε ὀκτὼ καὶ δέκα ληϊσάμενος ἑβδομήκοντα καὶ τέσσαρας πόλεις ὑποσπόνδους τῇ Ῥώμῃ συνῆψε τάξας αὐταῖς οὓς ἐβουλήθη φόρους. ἐνταῦθα λοιπὸν οἱ Ἄφροι κεκμηκότων αὐτοῖς τῶν πραγμάτων εἰρήνην αἰτοῦσιν: οὐ δεξαμένου δὲ τὴν ἱκετείαν Ῥηγούλου συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε καὶ τραχείας, Λακεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν. καὶ πέμπεται αὐτοῖς στράτευμα Λακωνικὸν ὑφ̓ ἡγεμόνι Ξανθίππῳ: συγκροτηθέντος οὖν πολέμου μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης: ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην, ὥστε πάσης μὲν τῆς στρατιᾶς δισχιλίους διαφυγεῖν μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.
Ἀλλ̓ οἱ μετὰ τούτους ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυσπραγίαν ἐπηνώρθωσαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν: τριακοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥστε τέσσαρας μὲν καὶ ἑκατὸν νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι. οὐδὲν δ̓ ἂν ἐκώλυσε δουλεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν
Οἱ οὖν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κηπίων καὶ Γάϊος Σεμπρώνιος Βλαῖσος ἑξήκοντα καὶ διακοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τινὰς μὲν τῶν πόλεων ἑ??ʼλον, λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν. ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρεν τὴν εὐπραγίαν ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων: δόγμα τε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα, φυλακῆς ἕνεκα τῶν Ἰταλῶν ὁρίων πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.
Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακίδου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος: ἐν ταύτῃ νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαντας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην: καὶ πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ ἐζωγρήθησαν παῤ αὐτὸν μὲν τὸν πόλεμον ἓξ καὶ εἴκοσι, τοὺς λοιποὺς δὲ οἱ συμμαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλαβόν τε καὶ παρεστήσαντο τῷ ὑπάτῳ. μετὰ θαυμαστῆς οὗν πομπείας εἰς τὴν Ῥώμην εἰσῆλθε, τῶν ἐλεφάντων μεγέθει τε καὶ πλήθει τὰς ὁδοὺς πληροῦντων. οὗτος ὁ πόλεμος ἠνάγκασε τοὺς Ἄφρους καταφυγεῖν ἐπὶ τὸν Ῥηγοῦλον, ὃν ἐν δεσμοῖς εἶχον, παρεκάλουν τε αὐτὸν συμπρεσβεῦσαι τοῖς ὑπ̓ αὐτῶν πρὸς Ῥωμαίους ἐκπεμπομένοις, ὥστε αὐτοῖς γενέσθαι σπονδὰς καὶ τοὺς ἑκατέρων αἰχμαλώτους ἀντιδοθῆναι τοῖς οἰκείοις. τὸ μὲν οὗν πρῶτον ἀντιβολοῦντας αὐτοὺς ὁ Ῥηγοῦλος καίτοι δέσμιος ὢν ἀπεωθεῖτο,
νικηθεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν Ῥώμην. δοθέντος δὲ αὐτῷ λόγου οὐδὲν ἠνέσχετο κατὰ Ῥωμαῖον καὶ ὑπατικὸν ἄνδρα πρᾶξαι φάσκων, ἀφ̓ ἧς ἡμέρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο, τῆς Ῥωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας: οὔτε οὖν τὴν
Ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπ̓ ἴσης ἐδυσημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος, ἐνεανιεύσατο κατὰ τῶν συμβόλων ʽαὐσπίκεια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσἰ καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ κατὰ τῶν Ἄφρων μάχῃ, ὥστε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει, τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ̓ αὐτῶν φυγεῖν: τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμπλεόντων πολεμιστῶν γενέσθαι: ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς ναῦς ἀποβαλὼν τὸ στράτευμα σῶον ἐπανήγαγεν. ἐπ̓ αὐτῇ γὰρ τῇ χέρσῳ ἐφθάρησαν αἱ νῆες, ὥστε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφικέσθαι.
Μετὰ τούτους ὕπατὁ??ʼ γίνονται Γάϊος Λουτάτιος Κατοῦλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος. τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κατοῦλος τοίνυν τὰς πρὸς Ἄφρους ἐκλεξάμενος τριακοσίαις ναυσὶν ἐπ̓ αὐτοὺς ἐχώρησεν, ἐκεῖνοι δὲ τετρακοσίαις ἀντεπαρετάξαντο. τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι οἱ δῆμοι συνέμιξαν. ἀλλὰ καὶ αὐτὸς ὁ Κατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν: τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ. συμμιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας
Μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον καὶ Αὖλον Μάλλιον ἐπηνέχθη Φαλίσκοις πόλεμος ʽπόλις δὲ ἦν αὕτη τῆς Ἰταλίας δυνατωτάτἠ: καὶ τούτων ἑκάτεροι κατώρθωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις, μυρίων μὲν καὶ πεντασχιλίων πεσόντων ἐκ τοῦ στρατεύματος τῶν πολεμίων, τοῖς δὲ λοιποῖς εἰρήνης, δοθείσης, ἐφ̓ ἡμίσει τῆς γῆς, ὃ Ῥωμαίοις ἔδοξε γενέσθαι.