Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Εἰσὶ καὶ κυνῶν Ἐριννύες: παρεγγυᾷ, μηδὲ τῶν μικρῶν καταφρονεῖν.

Εἰς ἴχνια κυνῶν: ἐπὶ κατάρᾳ τίθεται.

Εἰς κόπρον θυμιᾷς: ἐπὶ τῶν τὰ κακὰ μεταβαλεῖν ἐπιχειρούντων.

Εἰς Κορυβάντιον: ἐπὶ τῶν καθωρῶν καὶ ἔξω αἰτίας, ἐπείπερ οἱ εἰς Κορυβάντων εἰςιόντες παναγεῖς εἶσιν.

Εἰς Κυνόσαργες: εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. Ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ. Λέγεται γὰρ ὅτι τῷ Ἡρακλεῖ θύοντι ἁρπάσαι κύνα λευκὸν ἢ ταχὺν κρέας τῶν θυομένων καὶ φαγεῖν, καὶ διὰ τοῦτο κολαζόμενον καὶ μὴ ἐώμενον, ἐλθεῖν τὸν Ἡρακλῆ εἰς τὸ χρηστήριον, τὸν δὲ, ἀνέδωκε τὸ μαντεῖον, ἐς Κυνόσαργες ἐλθεῖν καὶ κτίσαι ναὸν, ἤτοι ἔνθα ὁ ἀργὸς καὶ λευκὸς ἐκεῖνος κύων ἢ ὁ ταχὺς τὸ κρέας ἁρπάσας κατέθετο, ἐπὶ τούτῳ πολλὰ παθεῖν τὸν Ἡρακλέα τὸν τόπον εὑρεῖν καὶ τὴν παροιμίαν ἐκτεθῆναι. Ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ἦν, ἴσα θεοῖς ἐτιμήθη.

Εἰς κυνὸς πυγὴν βλέπει καὶ τριῶν ἀλωπεκῶν: ἐπὶ τῶν ὀφθαλμιώντων καὶ αἰσχρῶν.

Εἰς λατομίας: παροιμία ἐπὶ τῶν προκρινόντων τοὺς χείρονας τόπους ἢ τοὺς καλοὺς οἰκεῖν, ἐπὶ τῷ ἐκφυγεῖν κακά· ὅτι Φιλόξενος ὁ διθυραμβοποιὸς μὴ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, εἰς λατομίας ἦλθε, φαυλότατον χωρίον.

Εἰς μελίττας ἐκώμασεν: ἐπὶ τῶν κακουμένων ἀθρόως.

Εἴ σοι Μυσὸν ἥδιον καλεῖν: Μῦσός τις μυσὸς ἐβούλετο καλεῖσθαι· ἀπὸ τούτου ἡ παροιμία, ἐπὶ τῶν μὴ τὰ οἰκεῖα ἀλλὰ τὰ ἐπίθετα προτιμώντων.

Εἰς ὄνου πόκους: πρὸς τοὺς εἰς τὰ ἀδύνατα ἀναβαλλομένους, παρόσον ἀπὸ ὄνου πόκοι οὐ γίνονται· οἱ δὲ ἐπὶ κατάρας τοῦτο λέγουσιν· ἤτοι ἄπιθι εἰς ὄνου πόκους, ἤγουν ἔνθα οἱ ὄνοι σήπονται καὶ τὰ αὑτῶν ἔρια ὡς πόκοι γίνονται.

Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν ἁρπαζόντων μὲν, κατασχεθέντων δέ.

Εἰς τὴν ἀμίδα ἀπουρεῖν: ἐπὶ τῶν εἰς τοὺς ἀξίους ὑβριζόντων.

Εἰς τὴν πυγὴν ἐξεῤῥύηκε ἡ σοφία: ἐπὶ τῶν μηδὲν χρηστὸν λεγόντων ἢ φρονούντων.

Εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἄγοι καὶ ἐν Κιλικίᾳ κρόκον: λείπει, οὐ φρονεῖ ἤ τι ἄλλο τοιοῦτον· λέγεται γὰρ ἐπὶ τῶν κομιζόντων πρός τινας ἃ κέκτηναι, καὶ ὅμοιόν ἐστι τῷ, Γλαῦκα Ἀθήναζε.

Εἰς τὸν ἀγρὸν ἀποβλέπει: ἐπὶ τῶν ἄνεσιν ζητούντων καὶ ἀμελῶν. Οἱ γὰρ πολεμούμενοι καὶ πολιορκούμενοι ἐπὶ τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι.

Εἰς τὴν Ἡροδότου σκιάν: ἐπὶ τῶν μὴ τελεσιουργούντων ἃ προείλοντο. Φασὶ γὰρ Ἡρόδοτον τὸν λογογράφον Ὀλυμπίασι δεῖξαι βουληθέντα τὴν ἑαυτοῦ ἱστορίαν, ἀναβάλλεσθαι ἡμέραν ἐξ ἡμέρας, φάσκοντα σκιᾶς εἰ ἐπιλάβοιτο ἐν τῷ τεμένει τοῦ Ὀλυμπίου, δείξειν τὴν ἱστορίαν· ἐστὶ γὰρ δεινῶς προςήλιον τὸ χωρίον· ἔλαθεν οὖν αὐτὸν διαλυθεῖσα ἡ πανήγυρις οὐκ ἐπιδειξάμενον τὰς ἱστορίας.

Εἰς Τροιζῆνα δεῖ σε βαδίζειν: ἐπὶ τῶν κακογενείων καὶ σπανοπωγώνων εἰρηται. Πώγων γάρ ἐστι λιμὴν Τροιζήνιος. Ἐπισκώπτοντες οὖν τοὺς κακογενείους ἔλεγον· Βάδιζε εἰς Τροιζῆνα.

Ἕκαστος τὸν ἑαυτοῦ ὀβελίσκον τρέφει: ἐπὶ τῶν φροντίδα τῶν οἰκείων ποιουμένων.

Ἐκ βορβόρου φιλολογεῖς: ἐπὶ τῶν ὠφελείας πειρωμένων λαμβάνειν, οὐκ ἐκ δικαίων.

Ἐκ κοινοῦ πλείστη δὲ χάρις δαπάνη τ’ ὀλιγίστη: ἐπὶ τῶν ἐρανιζόντων.