Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται: γρ. καὶ ξὐλοχίσδεται Δωρικῶς.

Δύο τοίχους ἀλείφειν: ἐπὶ τῶν ἐπαμφοτεριζόντων καὶ διὰ μέσου χωρούντων ἐν μάχαις ἢ φιλίαις.

Ἔαρος χρῄζει, ἐπεὶ παλαιὰν χιτῶνα ἔχει: ἐπὶ τῶν τὰ πρόςφορα θελόντων.

Ἑαυτῷ νουμηνίας κηρύττει: ἐπὶ τῶν βουλομένων αὑτοῖς τὶ ἀγαθὸν γενέσθαι ἀταλαιπώρως, ἤτοι ἐπὶ τῶν ἀνέσεις ἑαυτοῖς ποριζόντων.

Ἐχγύῃ πάρα δ’ ἄτα: πάρεστι φησὶ τῇ ἐγγύῃ ἄτη καὶ βλάβη.

Ἐγένοντο καὶ φίλοι ἐχθροί: ἐπὶ τῶν εὐμεταβόλων ἢ ἐπὶ τῶν ἐνδεχομένων γενέσθαι.

Ἐγκιλικίζεται: κακοηθεύεται, κακοποιεῖ. Διαβάλλονται οἱ Κίλικες ἐπὶ πονηρίᾳ. Ὅθεν καὶ λέγεται Κιλίκιος ὄλεθρος.

Ἔγκλητοι δίκαι: αἱ ἐπὶ ξένης λεγόμεναι καὶ οὐκ ἐντὸς πόλεως.

Ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον: ὁ Νικόστρατος τραγικὸς ὑποκριτὴς δοκῶν κάλλιστα εἰρηκέναι.

Ἐγώ τοι πάντα ποιήσω θέρος: ἐπὶ τῶν ἀγαθὰ ὑπισχνουμένων δώσειν.

Ἔθυσας; ἀντιθύσῃ: τοῦτο ὁ Κύκλωψ λέγει πρὸς τὸν Ὀδυσσέα.

Εἰ καὶ λίθον εἶχες: λείπει τὸ ἔβαλες. Ἐπὶ τῶν προχείρως ὀνειδιζόντων.

Εἴ κε πάθοι τά γ’ ἔρεξε, δίκη δ’ ἰθεῖα γένοιτο: ἐπὶ τῶν ἀντιδιδόντων τιμωρίαν, ἐφ’ οἷς ἔπραξαν.

Εἰ μὴ πατὴρ ἦσθα: λείπει τό· εἶπον ἄν σ’ οὐκ εὖ φρονεῖν.

Εἰ μὴ ταχέως ἀπολοίμεθα, οὐκ ἂν ἐσώθημεν: ἐπὶ τῶν διὰ φόβον μικρῶν εἰς μείζονα κακὰ ἑκουσίως πιπτόντων, ὡς οἱ κρημνιζόμενοι.

Εἶμι γὰρ ἤδη ἐπ’ αὐτὸν τὸν κολοφῶνα τοῦ λόγου: ἐπὶ μεγάλων καὶ ἀναντιῤῥήτων καὶ μεγάλην ἰσχὺν ἐχόντων· ἱστόρηται γὰρ, ὡς τῶν ἐν τῇ Ἀσίᾳ πόλεων ἐκκλησιαζουσῶν

καὶ ψήφους καταβαλλομένων μηδὲν τέως ἰσχύειν αὐτὰς, εἰ μὴ καὶ ἡ τοῦ Κολοφῶνος καταβληθεῖσα τὸ κῦρος τοῖς ἐψηφισμένοις ἐδίδου.

Εἴπερ ἐκ πεύκης κἀγὼ ἐκ ξύλων ἐπηγνύμην: εἴπερ δηλαδὴ ἐξ ἀνθρώπων καὶ ἐγὼ ἄνθρωπός εἶμι. ἡ προςωποποιΐα δὲ ὡς ἀπὸ νηῶν μικρῶν πρὸς μεγάλας.

Εἰπὼν ἃ θέλεις, ἀντάκουε ἃ μὴ θέλεις: ἐπί τῶν ἀκουόντων κακὰ, εἰπόντων τοιαῦτα.

Εἰς ἀγρὸν Μάνης: παραβολὴ ἐπὶ τῶν εὐχρήστων.

Εἰς βόλον ἐλθεῖν: ἐπὶ τῶν εἰς καιρὸν ἐπί τι ἀφικνουμένων· ἐκ μεταφορᾶς τῶν ἰχθύων.