Paroemiae
Gregorius II
Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος.
Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅμοιον καὶ τό· Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασι.
Ἀνεῳγμέναι Μουσῶν θύραι.
Ἀρχὴ ἄνδρα δείκνυσιν.
Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων· ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος ἐπιγενομένου τοὺς ἅλας ἐν τῇ θαλάττῃ ἀπέβαλεν.
[Ἀρίγνωτος σμάραγδος] ἐν μὲν τῷ φάει σκοτεινός, ἐν δὲ τῷ σκότει φωτεινός.
Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν.
Ἂν ἡ λεοντῇ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόςαψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων.
Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως τι ποιούντων.
Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην.
Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα.
Βοιώτιος νοῦς: ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί.
Βοιώτιος νόμος: ἐπὶ τῶν κατ’ ἀρχὰς ἠρεμούνὕστερον δὲ ταρασσόντων.
Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει.
Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων· Βοιωτὴ γὰρ ἡ Σφίνξ.
Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν δωροδοκουμένων· διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν.
Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων.
Γέροντα δ’ ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ Γλυκεῖ’
ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων.
Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τι διαπραττομένων.