Paroemiae
Gregorius II
Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας.
Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δε δυςημερούντων.
Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν.
Ἄνθρακες ὁ θησαυρὸς γέγονεν: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων.
Ἀπὸ, τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν.
Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρόνησιν καὶ τῶν δυςκόλων περιγινομένων.
Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα κρατήσεις.
Ἅπας ἐχῖνος τραχύς.
Ἀσκὸν δέρεις: ἐπὶ τῶν ἀνοήτως τι πραττόντων.
Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων.
Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ ἔφαγες ἀποδώσεις.
Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.
Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός.
Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγίστοις ἐγχειρούντων.
Αὑτὸν οὐ τρέφων κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλομένων.
Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων.
Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων.
Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν μεγάλων λόγων.
Ἄνθρωπος εὔριπος καὶ ψυχὴ καὶ διάνοια καὶ τρόπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων.