Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 90b21 Ὥστ᾿ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτον ἐστι τὸ τὴν [*](103r) ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον.

Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι᾿ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ δι᾿ ὁρισμοῦ γνωστὸν καὶ δι᾿ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ᾿ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι᾿ ῥισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων.

p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι.

Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι᾿ ὁρισμοῦ γνῶσις. νῦν δ[ε προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ᾿ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι.

p.91a7 Φανερὸν ἄρα ὅτι | οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπόδειξις, [*](103v) δειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός.

Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ δι᾿ ὁρισμοῦ τε καὶ ἀποδείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γὰρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ᾿ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ᾿ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ᾿ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς ἀποδείξως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμῦ ἀπόδειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ᾿ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ᾿ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι᾿ ἀποδείξεως καὶ δι᾿ ὁρισμοῦ γίνεσθαι· νῦν δ᾿ εἰ ἔστι τὸν ὁρισμόν τινος δι᾿ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.

[*](1 ἀποδεικτόν Ba Arist.: ἀποδεικτικόν RU (D M n) 3 γε R 4 ἀποδεικτοῦ scripsi: ἀποδεικτικοῦ LRUa ante ἐπιστήμη add. ἐστιν L εἰ alt. om. LR post εἴη add. δὲ L 5 ἀποδεικτὸν Β: ἀποδεικτικὸν LRUa μὲν οm. L 6 ἐνδέχεται, om. ἂν L 8 τῶν alt. Ua: om. R 9 ὅτι Ua Arist.: τί R 10 ἢ Arist.: εἰ R (d, pr. M): om. Ua (n) 13 ἕτεραι Ua: ἕτερα R 15 εἶναι alt. scripsi: ἐστιν R: om. Ua 16 οὗ] ὁ Β 16 et 17 πάντως RUa (D): παντὸς Arist. 18 ὁρισμοῦ ἀπόδειξιν LR: inv. ord. Ua post ἥδη add. καὶ Ua: om. LR 19 εἰρημένων LR: προειρημένων Ua 20 προεῖπεν] p. 90b2 sq. post οὗ add. ἐστιν L 22 οὐ om. R: τὰ περὶ L 23 post καὶ add. ὅτι Ua: om. LR 24 ἀποδεικτή scripsi: ἀποδεικτική libri 24.25 ὁ ὁρισμὸς ἀποδεικτός L: ὁρισμός R 25 τοῦτο LR: τούτω Ua κἀκείνοις scripsi: κακείνω LR: ἐκεῖνο Ua ὃ LR: ὅτι Ua 26 post πως add. καὶ αὐτὸ Ua: om. LR παρ᾿ ἐκεῖνα L 27 ἀπ᾿ L 28 γενέσθαι Β)
554

p. 91 a 14 Ὁ μὲv γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ [*](103v) μέσου· τὸ δὲτί ἐστιν.

Ὅτι τοῦ τί ἐστιν οὐκ ἐστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἵδιόν ἐστιν ἐν τῷ τί ἐστι κατηγορύμενον· τὸ γὰρ ἅλλως ἴδιον συμβεβηκὸς καὶ οὑκ ἐν τῷ τί ἐστι κατηγορούμενον.

p. α 24 Τὸ δὲ ἐστιν ἄμθω ταῦτα ἕξει· ἔσται8 ἄρα καὶ τὸ B κατὰ τοῦ Γ, τὸ τί ἐστιν.

Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι τὸν ὁρισμόν, ἐπήνεηγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ ‘δέ’ ἀντὰ τοῦ ‘δή’ χρησάμενος. ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί έστιν ἄμφω ταῦτα ἕξει, τό τε AB καὶ τὸ ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ AB πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ ἐπόμενον ἄτοπον ἐριξέρει λέγων.

p. α 25 Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἀμφω ἔχει, ἐπὶ τοῦ μεσου εσται προτερον.

Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἔλαβεν, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστιν τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τί ἐστιν ὡς τὸ τί εἶναι κατηγορούμενον δεῖ ἐν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ A πρῶτον ὁρισμὸς διὰ] τοῦ B, εἰ διὰ τούτου δεκνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ B ἄλλο τοῦ Γ, τὸ A πλειόνων ὁρισμὸς ἂν εἴη, ὄπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ B τῷ Γ, Τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ A ὂν ὀρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εῖναι τοῦ B, ὅ ἐστι ταὐτὸν τῷ Γ, ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἐστιν, ἔλαβε χωρὶς ἀποδείξεως τὸ A τοῦ B ὀρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν <ἐστιν> ὅτι ὁ οὕτως ἀποδεικνὺς οὖ βούλεται δι’ τὸν ὀρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εῖναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ B ὡς ὁρισμὸν καὶ ἐν τῷ τί τί εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον [*](3 ante ὅτι alt. add. alt. R 3.4 ὁρισμοῦ καὶ ἴδιον τὸ ἐν — κατηγορεῖσθαι R 6 post κατηγορούμενον add. ταῦτα δ’ ἀνάγκη ἀντιστρέφειν B 6 δὲ] δὲ] γὰρ γὰρ a 8 δεῖ post προτάσεσιν colloc. L τοῦ (ante τί) U 10 ἔστιν εστιν LR: ἔστι δὲ post κεγόμενον add. ὅτι Ua: τοιοῦτον L δὴ Ua: δὲ LR post ἐστιν add. ἤγουν τὸν ὀρισμὸν L 11 δηλονότι post τε colloc. L 14 δὲ R (n, pr. D) 14. 15 τί ἐστιν ἄμφω ταῦτα ἔχει ἐπὶ μέσου, ἔσται πρότερον τὸ τί ἦν εἶναι Ua 16 post μὲν add. οὖν L ἔλαβεν LR: ἐλάμβανεν Ua 17 προσθεῖναι LR: προστιθέναι Ua οὕτως scripsi cf. p. 548,9: οὖ LRUa 19 πρῶτος R διὰ prius delevi 20 οὖν om. B 21 post τοῦ ݲ add. εἦ L 22 τῶ τοῦ R τὸ a scripsi: αὐτὸ R, ante δεῖξαι Ua: ὅτι τὸ ݲ L 22.23 ἐστὶν ὀρισμὸς L 24 ἢ L: om. RUa post ἐρεῖ add. ὅ Ua ἔτι om. L ἔστιν—ὁρισμοῦ L 26 ὁ οὕτως LR: τὸ ݲ Ua 27 ὁρισμόν L ante λαμβάνει add. εἶναι L 29 τὸ alt. LR: τοῦ Ua)

555
λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἧν εἶναι. τοῦτο δ᾿ ἐβούλετο [*](104v) δεῖξαι τὶ τί ἧν εἶναι τοῦ Γ δι᾿ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι.

p. 91a30 Τούτου δ᾿ ἔσται ἄλλος λόγος.

Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δ᾿ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός.

p.91a33 Δεῖ δ᾿ ἐν ταῖε δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ ἀμέσοις σκοπεῖν.

Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένου ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τᾠ τί ἦν εἶναι κατηγορεῖσθαι. |

p.91b12 Ἀλλὰ μὴν οὐδ᾿ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται, [*](104r) καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται.

Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ δι᾿ ἐκείνων δεικνύμενον· ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι᾿ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεινύμενον συμπέρασμα ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπλερασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι.

p.91b20 Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο.

Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καῖ ἅμα ἀνάγκη, ὡς ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν μνημονεύσει.

[*](1 οὕτω scripsi cf. p. 548,9: οὐ LURa δὲ βούλεται LR 2 τὸ om. LR 3 ἀποδεῖξαι LR τὸ βݲ om. L 5 τούτου τοῦ ᾱ R: τοῦτο δ᾿ Ua 5.6 ἤτοι—λόγος R: om Ua 6 βݲγݲ Β 8 ᾱ R: om. Ua ἔσται prius Ua: om. R ὃς B: om. RUa 11 ἀμέσους om. B 12 φανερὸν <ἂν> conicio 17 διαιρετῆς L 18 οὐδὲ L 19 τιθέμενον LR 20 οὐδαμῶς L 22 τι LUa: τινὰ R 23 τοῖς ληφθεῖσιν om. L 25 καὶ γὰρ τῶ συλλογισμῶ L: καὶ οὐκέτι συλλογισμὸς Ua 26 συμπλερασμα om. L post ἀνάγκης add. γὰρ RUa: om. BL 30 post ἀνάγκη add. εἶναι L ἐν τῷ Περὶ ἑρμ.] c. 11 p. 20b35 31 προϊών] c. 6 p.92a29 sq. μνημονεύσει L: μμημονεύει RUa)
556

p. 911321 Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν.

[*](104r)

Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ορισμόν, ὅν οὐδ’ ἄλλως οἶόν τε δεῖξαι διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλ’ οὐδὲ τὰ δυνα τὰ μὲν διὰ. συλλογισμοῦ δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ δεικνύουσιν ὑπάρχειν, ἀλλὰ λαμβάνουσιν ἀσυλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὦν ὀ ὁρισμὸς χρῶνται αὐτοῖς πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάωεσθαι· ἕκαστον γοῦν τῶν ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ τύτοις ὅτι τὸ λομβανόμενον καὶ συντιθέμενον <ἐκ> τῶν τὴν διαίρεσιν δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν, τουτέστι τί χωσύει ταῦτα, ὦν ἕκαστον κατ’ ἰδίαν ἐλήθφθη τῷ ἀνπρώπῳ ὑπάρχον, καὶ ἅμα ἀληρεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύθεσιν αὐτῶν ῥισμὸν εἶναι τοῦ ἀνθρώπου;

Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῷου διαιρέσει τὸ ἀρρεν καὶ τὸ θῆλυ λαβεῖν ἢ ἂλλην τινὰ ἐναντέωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλ’ οὐ κατ6 εἶκος. ἀφεῖναι, εἰ τὸ ζῷον εἰς πεζόν τε ἰαὶ ἔνυδρον τέμοι· οὖτος γὰρ τὸ πτηνὸν παρέλιπεν. εἰς δίπουν καὶ πολύπουν ὐπερβῇ τὸ πεζόν.

p. 91 b 30 Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπέπτει.

Ἔστι δὲ μὴ ἐμπίπτοντα εἰς πάσαν τὴν διαίρεσιν τὰ γένη, ὅσῳ ἀνωτέρω ἦν. τὰ δ’ ἅτομα εἴδη εἰς πᾶσαν ἐμπίπτει τὴν διαίρεσιν, οἶον ὁ ἄνθρωπος.

p. 91 b 31 ’Αλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστιν, εἴπερ, ἄλλον τρόπον γνωρέζειν ποιεῖ.

Οτι εἰ καὶ μὴ συλλογίζεται ἡ διαιρετικὴ μέθοδος, ἀλλὰ κατὰ ἄλλον τρόπον γνωρίζειν ποιεῖ, ὡς καὶ ἡ ἐπαγωγή, εἰ καὶ μὴ ἀποδείκνυσιν, ἀλλ’ ὅμως δηλοῑ τι.

p. 91 b 34 Συλλογισμὸν δ’ οὐ λέγει ὁ ἐκ τῆς διαιρεσεως λέγων τὸν ἐρισμόν.

Οτι ὁ ἐκ τῆς διαιρέσεως συντιθεὶς τὸν δορισμὸν καὶ λαμβάνων οὐ συλλογίζεται ἀλλὰ διὰ παραβολῆς δείκνυσιν.|

[*](2 συλλογισμὸν τὸν ὅρον L 3 οἶόν τε R: οἴσνσται Ua: δύνανται L κιὰ συλλογισμοῦ om. L 3.4 δυνατὰ bis Ua fort. δυνάμενα διὰ 7 οὖν L 8 διὰ συλλογισμοῦ ἕστι LR: inv. ord. Ua 9 ἐκ addidi 10 τὴν om. L οὐ L λέγειν a 11 τουτέστι LR: λέγει γὰρ Ua 12 ὑπάρχον τῶ ἀνθρώπω L 12.13 τῶ ἀνφρώπω, om. κατὰ L 14 ὲν) Ua καὶ RUa: ἢ B 16. 17 εἰς πεζὸν τέμοι καὶ ἔνυδρον Ua 17 πτηνὸν scripsi: scripsi: πεζὸν libri 18 ὑπερέβη <γὰρ> 20 τὴν διαίρεσιν πᾶσαν R 21 ἤδη R 23 ποιεῖ ποιεῖ γνωρίζειν 24 R ὅτι Ua: εἰ γὰρ 25 καὶ alt. BUa: om. R 11 27 ἐκλέγων a 29 ὅτι om. R: τοῦτεστιν L συντιθεὶς τὸν ὁρισμὸν LR: inv. ord. Ua 30 ἀλλὰ διὰ LR: διὰ δὲ Ua)
557

p. 92a6 Ἀλλ᾿ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ᾿ οὐσίαν.

[*](104v)

Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν τὸ τί ἐστι κατ᾿ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἐκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποξέσεως δὲ εἶπεν οὐ τὸ δι᾿ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ᾿ ὃ λαμβάνει καὶ ὑποτίθεται τὸ τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τουτέστι τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη ῾ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων᾿, συνάγοιτ᾿ ἂν ῾τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν᾿. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ῾τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἴδιόν ἐστι᾿ τοῦ εἰπεῖν ῾τόδε τοῦδε ὁρισμός ἐστι᾿. δείκνυσι δὲ τι καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνετια.

p.92a8 Ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν.

Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθ᾿ αὑτὰ κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν. τὸ δὲ τοῦτο γὰρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ ῾ἐν γὰρ τούτῳ ἐστὶ τὸ εἶναι τῷ πράγματι οὗ τὸν ὁρισμὸν δείκνυμεν, καὶ τοῦτο ὁρισμὸς αὐτοῦ᾿.

p. 92a20 Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστι τὸ διαιρετῷ εἶναι.

Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρισμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γὰρ τις δεῖξαι, ὅτι δι᾿ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ [*](1 ἆρα Arist.: ἄρα Β (Μ): ἄρα εἰ Ra: ἄρα ἢ U 3 πρὸς τὸ R 6 δι᾿ Ua: διὰ τοῦ R 7 τούτους Ua 8 τὸν Ua: τῶν R ἐν τῷ ex Arist. addidi itemque vs. 9 λόγων R, pr. U 9 λόγων Β 10 ὃ R: ὅτι Ua 15 τοῦ Ua: τὸ R 18 μόνον R post πᾶν add. ὡς αὐτῶν τὸ πᾶν ἴδιον γενέσθαι Ua 21 τούτῳ ἐστὶ scripsi: τούτω τοῦτεστι R: τούτοις Ua οὖ Β: οὐ RUa 25 δεικνύειν L 25.26 ὁρισμὸν LR: ὁρισμὸς Ua 26 τὸ alt. om. L 27 αἰτήσεται L 28 γίνεται Β 28.29 λαμβάνει τινὸς L 29 οἷον R: om. L βούλοιτο πάλιν LR: inv. ord. Ua 30 αἰτήσασθαι καὶ Ua cf. p. 583,18: καὶ om. R: αἰτήσαντα L)

558
τούτου γε οὖ ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι. λαβὼν γὰρ λαβὼν γὰρ [*](104v) τοῦ ἀγαθοῦ ὀρισμός ἐστι τὸ ἀδιαίρετον, οὅτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὅντα τὸ διαιρετόν· δι’ ἀλλήλων ἄρα.

p. 92 b 24 Λαμβάνειν δ’ εἰς τὸ δεῖξαι τὸ τί ἡν εἶναι ἕτερον μέν τι ἔστω.

Τουτέστιν εἰς τὴν δεῖξιν τοῦ τί ἦν εἶναι καὶ τοῦ ὀρισμοῦ ἕτερόν τι λαμβάνει ὃ οὐ κεχώρισται· διὰ γάρ τινος ληφρέντος μέσου ἑτέρου ρῶν ἑξ ὦν τὸ συμπέρασμα ὅρων ὁ συλλογισμὸς καῖ ἐκ προτάσεών τινων. ὃ ἐδήλωσεν εἰπὼν καὶ γὰρ ἐν ταῖς ἀποδείζεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε λαμβάνεται, τουτέστι πρόρασις, οὐ μἠν αὐτὸ ὄ δεῖ δεῖξαι ἢ ὃ τὸ αὐτό ἐστι τῷ δεικνυμένῳ ἢ ἀντιστρέφει αὐτῷ. ὁ γὰρ τοιοῦτόν τι λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται λαμβάνων πρὸς ἄλλο, ἄλλως τε ἐπεὶ καὶ ἀμρότερα ὁμοίως δεῖται δείξεως.

p. 92 a 34 Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί εστιv;

Οτι οὐχ οἶόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε δι’ ἀποδείξεως καὶ σμλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς οὔτε δι’ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ ὀμεολογουμένων τινῶν δῆλον ποιεὶ τὸ δι’ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ λαβών τινα δι’ αὐτῶν δείκνυσιν ἐξ ἀνάγκης Ι ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ [*](105r) ἔστιν ὀρισμοῦ ἀπόδειξις. ἀλλ’ οὐδὲ διἱ ἐπαγωγ[γς. ἡ γὰρ ἐπαγω\γὴ διὰ τῶν καθ’ ἕκαστα φανερῶν ὄντων τὸ κιαθόλου πιστοῦται· ὁ δὲ ὁριζόμενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ 6 μὲν ἐπαγωγῇ χρώμενος δείκνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔΜ ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος οὐχ ὅτι ἐστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἔστι προτίθεται δεῖζαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὕτε ὁ ὁρισμὸς οὔτε τὸ ριστόν, εἵ γε καθόλου, ὡς δείξει ἅμα τῷ δαιτύλῳ εἰπεῖν ‘τοῦτό ἐστιν ὀρισμός’, ὡς ‘τοῦτό ἐστι γλυκύ’ ἤ τι ἄλλο τῶν αἰσθητῶν.

p. 92 b 4 Ἕτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθ\ρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι.

καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲv [*](1 οὔτω γε L 2 οὕτω Ua: τοῦτο R: τοῦτο λαβὼν ἐξ ὐποθέσεως L καλοῦ R 3 διάλληλον Ua 4 λαμβάνειν R (A D d M n, pr. B): λαμβάνει Ua Arist. 4.5 μέν Τι RUa (ABD M d u c f, pr. n): μέντοι B Arist. 6 τοῦ prius BUa: τὸ R S ὅς Ua 10.11 ἢ ὄτι αὐτῶ R 11 αὐτῷ om. R 12 an προσλαμβάνων ἄλλ? 14 post οὖν add. ἰαὶ Ua ὁ Ua Arist.: om. R (A R d u Μ) 16 οὔτε] ὄτε U 10. 17 καὶ δι’ ἐπαγωγῆς οὔτε διὰ συλλογισμοῦ LR 21 οὐδ’ ἐπαγωγῆ L 23 οὕτως — 25 οὐχ om. L 25 ἢ οὐκ ἔστιν post ἀλλὰ τί ἐστιν colloc. a προστέθεται B 26 οὐ γὰρ BL 27 ὁ BL: om. RUa fort. δεῖξαι ἅμα τῷ δακτύλῳ > 28 Τι om. LR 29 ἔτι Ua Arist.: ἐπεὶ R τὸ alt. R Arist.: om. Ua (A f))

559
τὴν τοῦ τί ἐστι δεῖξ τῇ τοῦ ὅτι ἔστι συμπεπλέχθαι, ταῦτα δὲ ἕτερα ἀλλήλων, [*](105r) οὔτε δ’ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν, οὐκ ἅν εἴη τὸ τί ἐστι καὶ τὸν ὀρισμὸν δεῖξαι. ταῦτα δ’ ἐδήλωσεν εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἕστι, τῶς τῷ αὐτῷ λόγῳ δείξει; εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖλ, πῶς δι’ ἑνὸς λόγου ἀμφότερα δειχθείη διαξέροντα.

p. 92 b 8 ’Αλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς καὶ τὰ ἐξῆς.

Γὸ γὰρ ἄλλο ἄλλῳ ὑπάρχον διὰ συλλογισμοῦ δείκνυται. ἐπεὶ δὲ καὶ ὀ ὀρισμὸς καὶ ἠ οὐσία ἐκάστου ὐπάρχει ἐκείνῳ οὖ ἐστι καὶ δύναταί τις καὶ ἐπὶ τοῦ ὀρισμοῦ ἀκούειν <τὸ> ὅτι ἔστι, διὰ τῦτο προσέθηκε τὸ εἰ μὴ οὐσία εἴη, τουτέστιν εἰ μἠ ὁρισμὸς εἴη. μόνον γὰρ τῷ ὅτι ὐπάρχει ὁ ὀρισμὸς ὑπάρχων οὐ δείκντθται δε’ ἀποδείξεως· τὸ γὰρ εῖναί τινι καὶ ὐπάρχειν οὐκ ἔστιν ὀρισμός τινος, ουδ6 ὁ εἶναί τι ἀποδεικνὺς τὸν ὁρισμὸν αὐτοῦ δείκνυσιν· οὐδενὸς γὰρ ὀρισμὸς τὸ εῖναι. οὐδὲ γὰρ γένος ὅλως τὸ ὂν καὶ τὸ εἶναι καὶ μία φύσις ὡς δύνασθαι καὶ μέρος ἐρισμοῦ εῖναι· τοἲοῦτον δὲ τὸ γένος· ὁ γὰρ ὀρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός. καὶ τοῦ εἶναί τι ἄρα ἀπόδειξις ἔσται. οὐκ ἄρα ὀ ὁριζόμενος τὸ εἶναι τοῦτο ὄ ὁρίζεται δεῖξει διὰ τοῦ ὁρισμοῦ· ἀπόδειξις γὰρ δεικτικὴ τούτου.