Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 891b23 Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα.

Ὅτι φυσει τροτερον το εἰ ἔστι· του ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι χει τόδε τῷδε ζητῶν, ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὖ ζητεῖ, <ζητεῖ> εἰ ὑπάρχει αὐτῷ τι ἢ μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα ἀντὶ τοῦ ὅσων ἐπιστήμην λαμβάνομεν᾿· οὐ γὰρ ἃ ἐπιστάμεθα ζητοῦμεν, ἀλλ᾿ ἅ γνῶναι θέλομεν.

p. 89b25 ὅταν μὶν γὰρ πότερον τόδε ἥ τόδε ζητῶμεν εἰς ἀριθμὸν μὸν θέντες, οἰον τότετρον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοδμεν.

Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γενώσκομεν εἰ ἔστι, τί ἐστιν. ὅτι ἔστι, διότι ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δ᾿ ὅτι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἶον πότερον ἐκγείπει ὁ ἥλιος ἢ οὕ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἀπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὐπάρχει τί τινι ἢ μὴ ὑπάρχει [*](Inscripsi ex L: ante ἐξήγησις add. Ἁνώνυμος, post ἀναλυτικῶν add. τοῦ Ἀριστοτέλους a: τοῦ αὐτοῦ φιλοπόνου εἰς τὸ δεύτερον τῆς ἀποδεικτικῆς R: ἀριστοτέλους ἀναλυτικῶν ὑστέρων δεύτερον U 6.7 περὶ οὖ Ua: ὄ οὐ R 7 ζητεῖ alt. addidi ante εἰ add. ἀλλ᾿ R τὸ γε δὲ LR: om. Ua 8 post ot add. ἤδη Ua: om. LR post ἐπιστάμεθα add. ταῦτα Ua: om. LR 9 θέλωμεν B 12 γινώσκομεν om. R 13 ἢ LR: εἰ Ua τὴν ὕπαρξιν—τινος LR: τὴν οὐσίαν καὶ τὴν ὕπαρξίν τινος ζητοῦμεν Ua 15 καὶ R: om. Ua 16 post οὔ add. τὸ ὅτι ἔστι ζητοῦντες (ζητοῦμεν a) Ua: om. LR τὸ διότι τότε LR: inv. ord. Ua 19 ὅτι L: εἰ RUa τί om. R: τόδε L)

548
καὶ διότι ὐπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ [*](102r) μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλ’ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζτεῖται εἰ ἄρα ἔστι μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἐτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὀρισμῶν σμῶν ζητοῦμεν, εἰ ἔστιν ὀρισμὸς ὅδε τοῦδε.

p. 89 b 31 Ἕνια δ’ ἄλλον τρόπον ζητοῦνμεν, οἶον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός.

0 μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, καὶ τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἀπλῶς τοῦ πράγματος ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων.

p. 89 b 33 Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἀπλως λέγω.

εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν ‘ἐν ἀριθμῷ’ ’οὐχ ἁπλῶς’.

p. 89 b 38 Ἇρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν.

Ὅτι τὸ μὶν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἔστι τί τὸ μέσον ζητοῦμεν.

p. 89 b 38 Ὅταν δὲ γνόντες ἢ τὸ ὄτι ἢ εἰ ἔστιν.

Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐσήγωσεν ἐν] τῇ προσθέσει τοῦ ἐπὶ μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐσίας τινός, οἶον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου ἐνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὄτι ζητῶν μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ [*](1 καὶ — μὴ ὐπάρχει L: om. RUa τὸ RUa: καὶ L 2 ἤτοι — 4 ζητεῖται LR: om. Ua 2. 3 τῶ—τῶ L 3 εἰ om. R τί alt. om. L post μέσον alt. add. ὁμολογουμένως L 4 δὲ L: om. RUa 6 ὑπὸ R 7 πάντων bis U 8.9 εἰ— ζητοῦμεν LR: om. Ua 9 οὕτω scripsi: οὐ LR cf. p. 549,26 555,1 ὅδε LR: τόδε Ua 10 ante ἔνια add. ταῦτα μὲν οὖν οὕτως Ua 13. 14 λευκὸς 6 κένταυρος LR: κένταυρος λευκός ἐστιν Ua 14 τοῦ L: οὐδενὸς RUa 17 αὐτῶ R 19 μέσον αὐτοῦ BUa Arist.: inv. ord. R 20 ὅτι τὸ LR: ὅταν Ua ζητοῦντες LRU: ζητῶμεν a εὶ ἔστι καὶ τούτων ζητοῦμεν L 21 ante ti alt. add. τότε Ua τί alt. om. R 22 ante εἰ add. τὸ Ua (D) 23 εἰ— ὅτι R ἐν delevi 24 προθέσει R 26 εἰ U 27 post οὖν add. τὸ RUa: om. L τὸ μεμερισμένον εἰς πλείω λέγει L)

549
εἶπεν ἐν ἀρχῇ “εἰς ἀριθμὸν θέντες”, ἢ ἐπὶ μέρους φησίν, ὅτι ὁ ζητῶν, [*](102r) εἰ τόδε τῷδε ἐπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὖ ἐστι γένος. ἀλλὰ καὶ ’ο ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾦ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκγείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἕκλειψις, εἰ γὰρ παθος ἐστὶν αὐτῆς.

p. 90 α 2 Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς.

Ὁτι τὸ ὅτι ἢ <εἰ ἔστιν ᾔ> ἐπὶ μέρους ἢ ἁπλῶς. καὶ. τὸ μὲν ἐπὶ 10 μέρους τὸ ὅτι ἔστι ζητεῖ, τὸ δὲ ἁπλῶς τὸ εἰ ἔστιν.

p. 90 a 5 Συμβαίνει ἅρα ἐν ἁπάσαις ταῖς ζτηήσεσι.

Ὅτι ἐν ταῖς τέσσαρσι ζητήσεσι τὸ αἴτιον ζητεῖται, ὅπερ μέσον ἐστίν· ἀλλ’ ἐπὶ μὲν τοῦ ὅτι ἔστι καὶ εἰ ἔστι τὸ εἰ ἔστιν αἴτιον ζητεῖται, ἐπὶ δὲ του τι εστι και οια τι εστι τί τὸ αιτιον.

p. α 9 Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί.

[*](102v)

Ὄτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλ’ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διἀ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωδε διὰ τοῦ εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ του εἰναι απλῶς τὸ πράγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ. δὲ λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὅντα τὰ συμβεβγκότα τε καὶ κατηγορούμενα.

p. 90 α 14 Ἐν ἅπασι γὰρ τούτοις φανερόν.

Ev ἄπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθ’ αὑτὸ ὄντων ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐστιν ἐπ’ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι. καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου αύτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς [*](1 φησὶν L: om. RUa 2 τοῦτο τούτου Ua: inv. ord. LR τί om. L ὁ alt. LUa: om. R 3 ἐστί LUa: om. R 4 post ζητῶν add. φέρε εἰπεῖν Ua: oin. LR ζητεῖ post 5 ἐστι colloc. L 5 τι BUa: post εἰ colloc. L: om. R τὸ prius om. a 5. 6 ἐστιν ὦ συμβέβηκεν L: om. RUa 6 εἴ Ua: om. LR 7 ἡ LR, superscr. Β: ἐστὶν Ua εἰ γὰρ Ua: εἰ R: τοῦτεστιν εἰ L 8 post ὅτι add. ἐστὶν R ἢ om. U post ἢ add. τὸ a 9 εἰ ἔστιν ἢ addidi 11 σημαίνει 12 ἔτι L 13 εἰ ἔστιν om. a ζητοῦμεν L 18 τοῦ (ante μὴ) L 22 τε om. BL 24 φησι τούτοις Ua: τοῦτεστιν LR αὐτὸ LR: αὑτὰ Ua 25 αὐτῶ U 26 post καὶ prius add. τὸ Ua: om. LR Arist. αὐτὸ BUa: αὐτῶ LR οὔτως LR: οὐκ Ua τῶ alt. om. L)

550
ἐξαρμόζον αὐτῷ καὶ τὸ διὰ τί ἐστιν. εἰ δὲ τὸ διὰ τί ἐστιν ἐφαρμόζει τῷ [*](102v) τί ἐστιν, εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν εἰς τὴν δεῖξιν τοῦ διὰ τί ἐστι παραλαμβάνηται, ὅταν δὲ αὐτοῦχάριν λαμβάνηται, αἰτίας μόνον, οὐ δι᾿ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ δι᾿ ἣν τοῦτό ἐστι.

p. 90a21 Ἆρ᾿ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ᾿ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν;

Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ <τοῦ> ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος, δεικνὺς ὅτι<ὁ τὸ> εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον ἐστί τι αὐτοῦ ὃ αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ, ζητεὶ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ βαρέος· ἔστι δ᾿ ὃ ζητεῖ ἇρ᾿ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν τῷ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι] τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τί ἐστι καὶ αὐτό ἐστι.

p. 90 Ὅτι δ᾿ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν.

Tὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθανόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁμοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν [*](1 αὐτῶ La: αὐτὸ RU post αὐτῷ add. καὶ τὸ τί ἐστι L 2 μέσου ζήτησις LR: om. Ua 3 δὲ R: καὶ Ua: om. L χάριν L: om. RUa λαμβάνηται RU: παραλαμβάνηται La 4 post μόνον add. ἕνεκεν παραλαμβάνεται L 8 αὐτῷ τοῦ scripsi: αὐτὸ RUa 9 εἰ primum Ua: om. R ἔστι ζητήματος scripsi: εἰσὶ ζητήματα RUa ὁ τὸ addidi 10 λόγος ὁ αὐτὸς R: αὐτὸς λόγος Ua 11 post ἆρα add. γὲ R post συμφωνεῖν add. καὶ R 12 ὀξέως—βαρέως U 13 ὃς Β: ὁ Ua: ὁ λόγος ὁ R 16.17 τοῦ τὸ—ὑπάρχειν scripsi: τοῦτο—ὑπάρχει RUa 17 τοῦτο Ua: τούτω R ὃ αἴτιον ὑπάρχει καὶ collocavi: αἴτιον καὶ ὃ ὑπάρχει RUa 19 ὅσον U (A d u, pr. B) 22 γὰρ prius L: om. RUa εἰς Β: εἰ LRUa 23 ταῦτα scripsi: τοῦτο LRUa post πᾶσα add. ἡ LR τῦ (post ὑπὸ) ΒL 24 ἀπὸ RUa: ἐπὶ L ἐπὶ τούτων RUa: ἐφ᾿ ὧν L 24.25 αἰσθανόμεθα, om. μὲν L 25.26 καὶ τὸ τί ἐστιν ὁμοίως L 26 ante αἰσθ. add. μὴ R: ἐφ᾿ ὧν δ᾿ L αἰσθανόμεθα οὐδὲν L post οὐδὲν add. ἂν Ua ἔτι ζητοῦμεν scripsi: ἔτι ἐζητοῦμεν LR: inv. ord. Ua ante ἐκ γὰρ add. εἴ ἐστιν αἴτιον τοῦτο (1. τοῦ τὸ) ἔτερον τῶ ἑτέρω ὑπάρχειν L)

551
πολλάκις τῇ αἰσθήσει φανερῶν ἡ διάνοια κατὰ τὴν ἐν αὐτοῖς ὁμοιότητα [*](102v) ἀθροίζει τὰ καθόλου.

p. 90a31 Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι.

Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου. ἀλλ᾿ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφ᾿ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἷρις οὐ μείζων ἡμικυκλίου.

p. 90a32 Τοῦτο δ᾿ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι.

Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τὶ ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἶον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἰτιον τοῦ εἶναι τῷ τριγώνῳ.

p. 90a38 Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων.

Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείζεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα | δύνασθαι.

[*](103r)

p. 90b1 Ἀπορήσειε γὰρ ἄν τις ἇρ᾿ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό.

Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περὶ τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ᾿ ἄλλο μὲν δι᾿ ὁρισμοῦ, κατ᾿ ἄλλο δὲ δι᾿ ἀποδείζεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι᾿ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι᾿ ἀποδείφεως. ἀλλ᾿ οὐ περὶ τούτου [*](3 οὖν om. Ua ἐλέγομεν R ταυτόν Ua (D) 4 post ὅτι add. μὲν L post ἐστι alt. add. ἔδειξεν ἀνωτέρω L 6 ζητεῖται L: ζήτησις RUa 6.7 ἄλλο ἄλλω LR 7 ἢ καὶ ἐπὶ τῶν ἐνυπαρχόντων L 8 παραδείγμασιν. οἷον ὅτι διὰ τί δυσὶν L 8.9 ἴσαι—γωνίαι L: τὸ τρίγωνον ἴσον RUa 9 ἴσις R μείζων LR: μεῖζον Ua 10 τοῦ τοδὶ R 11 τοῦ L post ἁπλῶς add. ζητεῖν L 12 αὐτοῖς ἐστι L τοῦ prius LR: τὸ Ua 16 προσελθὼν Ua προελθὼν] c. 4 p. 91a 12 sq. 17 τούτω LUa: τούτου R τὸ om. ΒL ὃ R: ὧν L 19 διὰ τοῦ pr. l. LUa: δι᾿ R ἕτερον pr. l. L αὐτῶν] ῶν non liquen R 20 δύναται L 21 lemma om. LUa 22 post τὸ prius add. δὲ Ua 25 τούτον LR: τούτων Ua)

552
ἡ ζήτησις, ἀλλ’ εἰ ἑκάτερον τούτων καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως [*](103r) εστι γινωσκειν.

p. 90 b 3 Ὀ μὲv γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν.

Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται· οἱ μὲν γὰρ ὀρισμοὶ καθόλου καταρατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί.

p. 90 b 8 Οἶον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.

Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει, τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὸς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει.

p. 90 b 9 Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν.

Ὅ τι μὴ οἶόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδ’ ἔστι τούτων, ὦν ἀπόδειξίς ἐστι, δι’ ὁρισμοῦ γνῶσις.

p. 90 b 18 Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὖπερ καὶ ἀπόδειξις, δῆλον. τί δέ, οὖ ὀρισμός, ἆρα ἆρα παντὸς ἀπόδειξίς ἐστιν ἢ οὔ;

Δείξας, ὄτι μὴ ἔΜ οὖ ἀπόδειξίς ἐστι καὶ ὀρισμός, νῦν ἀντιστέψας δείκνυσιν ὠς οὐ καρόλου δεδειχὼς ὅτι οὖ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· γωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ’ αὑτὸ ὐπαρχόντων οὔτε τῶν συμβεβηκότων καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι ἔστι ὃ ἀντιστρίψας δείδνυσιν ὅτι μηδὲ παντὸς οὖ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι θηδ’ ὅλως κατὰ τὸ αὐτό τι ἔστι καὶ καὶ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἅλλο ἄλλῳ ὐπάρχον δείκνυσιν, οὔτε τῶν καθ’ αὑτὸ οὔτε τῶν κατὰ συμβεβηκός, ὦν ὁ συλλογισμὸς δεικτικός.

[*](1 εἰ om. L 3. 4 ἀπορήσειε ἀπορήσει U) — ἀδύνατον lemma Ua 5 τὸ διὰ συλλογισμοῦ L 6 οἱ μὲν alt. om. L 8 ante οἶον add. ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί έστιν εἰδέναι (sic) — ἔστιν ὁρισμός Ua 9 πᾶν — ἔχει bis R (semel B) τρεῖς Ua: δύο R 9.10 ἐχει— ἐφεξῆς ἴσας R: om. Ua 10.11 πᾶν—ἔχει BUa: om. R 11 τρεῖς om. U 13 κατὰ τὸ αὐτὸ om. B 15 15 R Arist.: τοίνυν Ua (D n f) 16 post οὖ add. ὁ RUa (d): om. B Arist. 18 ὅτι οὖ ἐστιν ἀπόδειξις οὐκ ἔΜ ὁρισμός L 20 20 δὲ Arist.: γὰρ LR διὰ (ante τῆς) L 22 συμβεβηκότων Ua Arist.: κατὰ συμβεβηκὸς LR 23 οὖ om. LR post οὖ add. 6 Ua 24 δείξει LR: ἀποδείξει Ua οὐδ’ L 25 καὶ prius BL: om. RUa ὁρισμοῦ — ἀποδείξεως L ὅρου Ua 26 ἅλλο ἄλλω LR: inv. ord. Ua ὑπάρχων U)
553