Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
661 κείνοις τοῖς Θηβαίοις.
662 τῆς σῆς ἀγωγῆς λείπει ἡ περί, περὶ τῆς ἐπανόδου.
663 οὐδὲ πλώσιμον: ἀδιάβατον· δεδοίκασι γὰρ ἡμᾶς.
668 μέχρι τοῦ ἀηδών: ἡ διαριβὴ τοῦ χοροῦ πρὸς τὸ ἐγκώμιον τῆς χώρας αὐτοῦ τοῦ Σοφοκλέους, ἐπὶ τὸ ἴδιον ἀπαντῶντο χαρακτηριστικόν, τὸ γλαφυρὸν καὶ ᾠδικὸν μέλος.
ξένε ὦ Οἰδίπου.
670 τὸν ἀργῆτα τὸν λευκόγεων.
671 μινύρεται ᾄδει.
674 ἀνέχουσα ἄνω ἔχουσα ὡς ἐν Λυκοὑργῳ Αἰσχύλος
ὑπὲρ ἑαυτὴν ἔχουσα τὸ φυτόν.
[*](Fol. 105a)676 φυλλάδα μυριόκαρπον: παρὰ τὸ Ὁμηρικὸν τὴν μὲν ἄῤ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων οὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν· ἀπὸ κοινοῦ δὲ τὸ ἀνέχουσα· ἀνήλιον δὲ διὰ τὴν δασύτητα τῶν φυτῶν.
ἀνήλιον διὰ τὸ δάσος.
681 θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας: οἱ μὲν ὑπομνηματισάμενοι γράφουσιν οὕτως, τῆς Δήμητρος καὶ Κόρης οὔ φασι στεφάνωμα τὸν νάρκισσον εἶναι· στάχυσι γὰρ αὐτὰς στεφανοῦσι· μήποτε δὲ γραπτέον μεγάλαν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ χωρίον ἐν ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα δῆλον ἐν οἷς Εὐφορίων φησὶ
ἄχνας τῆς δρόσου.
683 νάρκισσος ὄνομα βοτάνης.
μεγάλαιν θεαῖν ταῖς Ἐρινύσιν.
684 ὅ τε | χρυσαυγὴς κρόκος: τοῖς τὸν νάρκισσον τῇ Δήμητρι ἀπονέμουσιν τοῦτο συμπράττει, ὅτι κἀν τῇ Νιόβῃ ὁ Σοφοκλῆς τὸν κρόκον ἄντικρυς τῇ Δήμητρι ἀνατίθεται ὥστε καὶ νῦν τὸν λόγον εἶναι περὶ τῶν Δήμητρος στεφανωμάτων· καὶ αὐτὸ δὲ τοῦτο ἰδιον [*](6 ἁρπασθηναι add. Lasc. — 9 ἀνθινοῖς L, corr. Dind. — 10 ἀνθίνων] ἀνοίνων L, ἀνθινῶν Lasc, corr. Dind. — 11 Ἴστρος] fr. 25 (I p. 421). εἶναι] φησι addit Br. — 12 σμίλακα Lasc. — 13 δικασίαν] „διαδικαςία (Lasc.) περὶ σμίλακος erit: certamen puerorum qui ex ipsis hius pompae honore digni sint“ Siebelisius. — 15 τῇ Δήμητρι Lasc. — 22 ὁ Σοφοκλῆς] fr. 410.)
ἀπὸ κοινοῦ τὸ θάλλει κατʼ ἦμαρ.
686 μινύθουσιν λήσουσι τοῦ ῥεῖν.
687 Κηφισοῦ νομάδες κρῆναι αἱ νομάδες αἱ ἐπινεμόμεναι ὥσπερ καὶ καταρρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί· ἢ ἃς ὁ Κηφισὸς ἐπινέμεται, λέγοι δʼ ἂν ἐν τῇ Ἀκαδημείᾳ.
ὄνομα ποταμοῦ.
688 ἀλλʼ αἰὲν ἐπʼ ἥματι: ἀλλʼ ἀεὶ καθʼ ἡμέραν, φησίν, ἐπινίσσεται ὁ Κηφισὸς ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα.
689 ὠκυτόκος ὁ ποταμός.
691 στερνούχου χθονός: ἴσον τῷ γονίμου ἢ ἀντὶ πεδιούχου χθονός· μεταφορικῶς γὰρ καὶ στέρνα καὶ νῶτά φασι τῆς γῆς τὰ πεδιώδη καὶ εὐρέα καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά.
γῆς ἐπιπέδου.
692 νιν τὴν Ἀττικήν.
698 φύτευμʹ ἀχείρητον: ὅτι ἀπέσχοντο τῶν μορίων οἱ Λακεδαιμόνιοι καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος ὥστε ταῖς ἀληθείαις ἐγχέων αὐτὰς φόβημα τοῖς πολεμίοις γενέσθαι· Λακεδαιμόνιοι γὰρ ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν [*](1 ἀνθινοῖς L, corr. Dind. — 2 τὴν Δήμητρα] τῇ Δήμητρι L, corr. l. — 4 λήσουσι] λήγουσι Br — 5 αἱ omisit Lasc. αἱ ἅσπερ ἐπινεμόμεναι Tricl. — 7 Χηφισοῦ] λισσοῦ L, corr. ed. Cantabrigiensis a. 1667 (v. Ferd. Stoeckeri de Soph. interpr. p. 14). — 8 Ἀκαδημείρᾳ] καδμείᾳ L, corr. Mein.; cf. Pausan. l, 30. — 11 ἐπινίσεται (ut in textu) L, corr. l. — 14 τῷ] τὸ L, corr. Lasc. — 15 καὶ inclusi. — 16 φασι] φ, α ex η L. — 21 Φιλόχορος] Atthid. libr. IV fr. 102 (I p. 401). — 24 δέκα] καὶ L, corr. Lasc.)
699 δαΐων πολεμέων.
701 γλαυκᾶς παιδοτρόφου: καὶ Ἀριστοφάνης ἐν Νεφέλαις ἀλλ᾿ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει· ὁ δ᾿ Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν δεδήλωκεν γράφων οὕτως --- εἷναι· τὸν δὲ κλάδον ἀπὸ τῆς ἐν Ἀκαδημείᾳ ἐλαίας ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί θασιν, ἐπάρατον δὲ ποιῆσαι τοὺς ἐμβαλόντας αὐτὰς εἰ ἐκκόψειε φίλος ἢ πολέμιος δι᾿ ὃ Λακεδαιμόνιοι τὴν λοιπὴν γὴν δῃοῦντες τῆς μὲν Τετραπόλεως ἀπέσχοντο διὰ τοὺς Ἡρακλείδας τῶν δὲ μορίων διὰ τὰς ἀράς· ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ μορίων γινομένου δίδοσθαί φησιν.