Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

602 πῶς δῆτα οὗν, φησί, μεταπέμψαιντο ἄν σε εἰ [*](Fol. 104a) μὴ ἔστι δυναὸν κατελθεῖν διὰ τὸ πατροκτόνον εἶναι; ὁ δέ φησι

  • τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει
  • τοῦτο πράττειν.

    605 ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι.

    619 τὰ νῦν ξύμφωνα οὔπω γὰρ ἧν ἔχθρα Θηβαίοις καὶ Ἀθηναίοις.

    [*](2 ἐπὶ omittit Lasc. — 23] v. 603.)
    430

    623 σαφὴς ἀντὶ ἀληθὴς ὡς καὶ Ὅμηρος

  • ἐπιστάμενος σάφα εἰπεῖν
  • ἀντὶ τοῦ ἀληθῶς.

    624 τἀκίνητʼ οἷον τὰ ἄρρητα.

    630 ἐφαίνετο ἀνεφαίνετο· τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ

  • καὶ εἴρετο δεύτερον αὖτις.
  • 632 τοιοῦδʼ ἀντὶ φίλου.

    δορύξενος φιλό(ξενος,

    ἁπλοϊκώτερον δορυξένους καλοῦσι καὶ τοὺς ὁπωσδήποτʼ οὖν ἐπιξενωθέντας· ἢ ἐπιτατικῶς καὶ πολεμίοις φίλη.

    [*](Fol. 104 b)

    636 οὔποτʼ ἐκβαλῶ χάριν οὐ καταφρονῶ τῆς εἰς αὐτὸν χάριτος.

    οὐκ ἐκβάλλω ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὑποδέχομαι.

    638 σέ: τὸν χορόν.

    639 ἐμοῦ στείχειν μέτα εἰς τὸ ἄστυ.

    641 τῇδε γὰρ ξυνοίσομαι συμπράξομαι ὡς σὺ βούλει.

    647 εἰ δύναιο κρατεῖν τῶν ἐχθρῶν ἐνθάδε μένων μέγα ἂν δώρημα λέγοις τῆς ἐνταῦθα διατριβῆς.

    648 εἰ ἐμμένει σοι τὰ ἐπαγγελθέντα.

    649 τὸ τοῦδέ γ᾿  ἀνδρὸς ἐφʼ ἑαυτοῦ πεποίηται τὴν δεῖξιν ὁ Θησεύς.

    650 πιστώσομαι πίστιν ἐπιθεῖναι παρακελεύσω.

    [*](2 Il. δ 404. — 7 Il. α 513. — 11 ἐπιστατικῶς L, corr. Suid. v. δορύξενος — 12 φίλοι L, corr. 1, Suid. — 21 λέγοις] εὕρης 1; ,,scritbendum est igitur εὕροις aut εὕρημα λέγοις Langius — 22 ἐμμενεῖ Br.)
    431

    651 τούτου τὸ ἑξῆς ἐστιν οὕτως, οὐκ ἂν πλέον λέβοις ὁρκίασς με ἢ λόγῳ πιστεύσας.

    652 ὄκνος φόβος.

    653 τοῖσδ᾿ τοῖς τοῦ χοροῦ.

    655 ὀκνοῦντ᾿ ἀνάγκη οὐ νεμεσητόν μοι εἰ ὑπὸ δέους ἐπὶ τὰ αὐτὰ συνεχῶς λέγω· τὸν φοβούμενον γὰρ ἀνάγκη ταὐτὰ λέγειν.

    οὐκ ὀκνεῖ οὐδὲν δέδοικεν.

    658 ἀντὶ τοῦ πολλοὶ ἄυθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες ἀπαύσαντο τῶν ἀπειλῶν.