Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

780 πλαστὸς προσποιητός, ἀλλότριος, νόθος.

782 θατέρᾳ τῇ ἑτέρᾳ, τῇ ἑξῆς.

789 ἄτιμον ἀνήκουστον· περὶ ὧν γὰρ ἀπῆλθεν οὐκ εἶπεν.

791 χρείη δέοι.

792 ἄτλητον κ. ἑ. τὸ μὴ δυνάμενον ὑπὸ ἀνθρώπων ὁρᾶσθαι.

795 χρόνον τινά, φησίν. ἐπεὶ πρὸς τοὺς ἀστέρας ἠρίθμουν τὸν χρόνον· ἢ οὕτως, ἐπὶ τὰ ἄστρα ἐπορευόμην· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ πελάγη μετρούντων ὡς ἂν διʼ ἄστρων τεκμαιρομένων τὸν πλοῦν.

802 πωλικῆς ὑπὸ πώλων ἐζευγμένης.

[*](Fol. 42a)

806 τὸν τροχηλάτην τὸν ἔμπροσθεν τῶν τροχῶν πορευόμενον.

808 ὄχου ἅρματος.

809 κέντροισι πληγαῖς· δὶς ἔπαισέ με τοῖς κέντροις οἷς ἐκέντριζε τοὺς ἵππους, οὐκ ἐπίσης δὲ καὶ παῤ ἐμοῦ ἔλαβεν.

813 τοῦ ὑπʼ ἐμοῦ φονευθέντος εἰ ἦν τις πρὸς Λάιον συγγένεια· ἢ οὕτως, εἰ δὲ οὗτος ὁ ξένος ὃν ἀπέκτεινα Λάιός ἐστιν· οὔπω γὰρ οἶδεν εἰ αὐτός ἐστιν.

815 τοῦδέ γ᾿ ἀνδρὸς ἀντὶ τοῦ ἐμοῦ.

822 δι᾿ ὧνπερ διʼ ὧν χειρῶν.

823 ἄναγνος ἀντὶ τοῦ μιαρός.

[*](2 ἔδει] ήδει L, corr. Lasc. — 9 εἷπεν] ἤκουσεν Suid. v. ἄτιμος. — 13 ἐπεὶ inclusi. — 29 μυσαρὸς Ellendtius.)
195

825 ἐμβατεύειν ἐπιβαίνειν.

834 ἀντὶ τοῦ μὴ ἀθύμει πρὶν ἂν τὸ ἀληθὲς καταμάθῃς.

838 φανεροῦ γενομένου καὶ ἐλθόντος τοῦ ποιμένος τίνα ἕξεις γνώμην;

840 σοὶ ταὔτʼ σοὶ ὅμοια καὶ τὰ αὐτά.

842 αὐτὸν τὸν βοτῆρα.

846 οἰόζωνον μονόζωνον, μόνον.