Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

685 ἅλις ἔμοιγ᾿, ἅλις: αὔταρκές μοι φαίνεται στῆσαι τὸν λόγον ἔνθα ἔληξεν ἀντὶ τοῦ ἱκανὰ λέλεκται καὶ αὔταρκές ἐστιν ἀναπεπαῦσθαι τὰ τοῦ λόγου ἔνθα ἔληξεν ἡ στάσις.

687 ὁρᾷς ἵν᾿ ἥκεις; ἀγαθός: τοῦτό φησιν ὁ Οἰδίπους ἀγανακτῶν, διὰ τί πρὸς ἕτερον ἀποφεύγεις καίτοι ἀγαθὸς ὢν ἀνὴρ καὶ οὐχ ὁμολογεῖς τὰ λυπήσαντά με τῇ Ἰοκάστῃ; διὰ τί οὖν οὐ συνοργίζῃ μοι ἀλλὰ πραΰνεις με ὑπὲρ τοῦ Κρέοντος;

689 πολλάκις, φησί, τὰ ἐπελθόντα κατὰ τὴν ἐμὴν διάνοιαν εἶπόν σοι οἷα καὶ ἐν τοῖς ἀνωτέρω ὤμνυεν.

690 ἴσθε πεφάνθαι με παραφρόνιμον ἀντὶ τοῦ παράφρονα καὶ ἀνόητον καὶ ἄπορον ἐπὶ τὰ φρόνιμα· δὶς δὲ τὸ αὐτὸ εἶπεν ἀντὶ μωρὸν κατὰ διάνοιαν καὶ ἄπορον.

693 εἰ ἀλλότριόν σε καὶ οὐκ οἰκεῖον νενόμικα· ἢ οὕτως, εἴ σε ἀποκρύπτομαι ἢ ἐκτρέπομαι καὶ οὐ συγγίνομαί σοι· ἢ οὕτως, εἰ βούλομαί σε ἐκβαλεῖν τὸν τοσαῦτα ἡμᾶς εὐεργετήσαντα.

696 οὔρισας ἔστησας, ἔσῳσας.

702 λέγε εἰ σαφῆ ἐστιν ἃ μέλλεις ἐγκαλεῖν οἷον ὡμολογημένα.

[*](Fol. 41a)

710 εὖ τὸ ἅμα παρακαλοῦσαν ἐκτίθεσθαι τὰ εἰς τὴν ὑπόνοιαν αὐτὸν ἐμβαλοῦντα.

[*](16 ἀνωτέρω] v. 660 sqq.)
193

716 καλῶς τὸν τόπον προσέθηκεν ἵνα εἰς ὑπόμνησιν ἀγάγοι τὸν Οἰδίποδα.

717 διέσχον διῆλθον.

733 περὶ Δαυλίδα φησὶ τὴν σχιστὴν ὁδόν, ὁ δὲ Αἰσχύλος περὶ Ποτνίας οὕτως

  • ἐπῇμεν τῆς ὁδοῦ τροχήλατον
  • σχιστῆς κελεύθου τρίοδον ἔνθα συμβολὰς
  • τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν·
  • τινὲς δὲ τὴν Δαυλίδα Ἀνακρίδα λέγουσιν οὕτω Κρίσσαν τε ζαθέην καὶ Ἀνακρίδα καὶ Πανοπῆα.

    738 ἀναμιμνήσκεται ὁ Οἰδίπους καὶ τοῦ χρόνου καὶ τοῦ τόπου καὶ πρὸς τὸν Δία φησί, τί μοι ποιήσεις;

    742 εὖ τὰ προφανῆ ταῦτα σημεῖα εἶπεν.

    749 ὀκνῶ δέδοικα· καὶ Ὅμηρος ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν.

    756 οἰκεὺς οἰκέτης, ἐκ τοῦ αὐτοῦ οἴκου ὤν.

    763 οἷον τὸ αἴτημα οὐχ ὑπερέβαλεν δοῦλον.

    [*]( Fol. 41b)

    766 πάρεστιν οἷον νόμιζε αὐτὸν παρεῖναι.

    775 Φερεκύδης φησὶ Μέδουσαν εἶναι τὴν Πολύβου γυναῖκα θυγατέρα δὲ Ὀρσιλόχου τοῦ Ἀλφειοῦ, οἱ δὲ Ἀντιοχίδα τὴν Χάλκωνος.

    Δωρὶς Πελοποννησιακή.

    [*](2 ἀγάγῃ G. — 4 Δαυλίδα] αύλιδα L, corr. Valckenarius. — 6 fr. 167. επειημεν L, ἐπήειμεν (ἐς τὴν ὁδοῦ) G, corr. Br. ἔπειτʼ ἐπῇμεν Schneidew. — 7 κέλευθον L, corr. Br. — 9 Ἀνακρίδα] suspectum. — 10 Il. β 520 ubi Κρῖσαν. — 11 χρόνου] χοροῦ L, corr. G. — 13 προφανῆ] πρὸ φωνῆς L, corr. Br. — 15 Il. ε 255. — 19 Φερεκύδης] libr. V fr. 47 (Muell. I p. 84). — 20 Ἀλφειοῦ] ἀδελφειοῦ L, corr. Schneidewinus Iahn. Annal. 67 p. 505 coll. Il. ε 545 Ἀλφειοῦ — ὃς τέκετʼ Ὀρσίλοχον et Od. γ 489, ο 187.)
    194

    ἠγόμην ἐτρεφόμην, ἐτύγχανον.

    777 ἔδει γὰρ πρὸς τὸ ὀξὺ μὲν ἀκούσαντα ὡς εἴη νόθος θαυμάζειν οὐ μὴν τοσοῦτον φροντίσαι τοῦ πράγματος.

    778 σπουδῆς ἀρετῆς.