Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

310 φέρʼ εἰπέ: ἐπεὶ θρασυτέρῳ λόγῳ ἡ λέκτρα [*](Fol. 20 b) κέχρηται ὁ χορὸς βουλόμενος περὶ Ὀρέστου πυθέσθαι ἐρωτᾷ εἰ πάρεστιν Αἴγισθος.

312 ἦ κάρτα ἐν ἤθει οἷον πολλοῦ γε δεῖ.

μὴ δόκει μ᾿  ἂν εἴπερ; δαιμονίως ᾠκονόμηται τοῦτο πρὸς τὴν χείρωσιν Κλυταιμήστρας· τὸ δὲ εἴργεσθαι ἐξόδου πρὸς τὴν μείρακα περιπαθὲς μὲν χρήσιμον δὲ πρὸς τὴν ὑπόθεσιν.

317 τοῦ κασιγνήτου λείπει ἡ περί.

318 μέλλοντος βραδύνοντος.

320 φιλεῖ γὰρ ὀκνεῖν: δύναται τὸ ὀκνεῖν Ὁμηρικῶς εἰρῆσθαι ἀντὶ τοῦ φοβεῖσθαι

ὀκνείω δ᾿  ἵππων ἐπιβαινέμεν ὠκειάων.

324 ὡς δόμων ὁρῶ τὴν σὴν ὅμαιμον. οὐχ ὡς τῆς Χρυσοθέμιδος τἀναντία φρονούσης τῇ Ἠλέκτρᾳ ἀλλʼ ἐπειδὴ ὁρῶσιν ἐναγίσματα βαστάζουσαν τοῦτο πρῶτον πυθέσθαι βουλόμεναι κωλύουσιν αὐτὴν τῶν ἑξῆς λόγων.

328 τὸ ἑξῆς, τίνα φάτιν φωνεῖς;

[*](12 χείρωσιν] v. 1368. — 13 ἔξοδος L, corr. Lasc πρὸς delevit Neuius. περίπαθὴς L, corr. V. χρήσιμ compendio facto ex ο L. — 14 ὑπόθεσιν] ὑπέρθεσιν L, corr. V, — 19 Il. ε 255. ὠκειάων sumtum ex v. 257 261. — 22 ἐναγήματα L, corr. G, H, V.)
120

τίνʼ αὖ σὺ τήνδε: ἐπίτηδες τοῖς ἀγρίοις ἤθεσιν ἀντιπαρατάττουσι πρᾶα καθάπερ νῦν τῇ Ἠλέκτρᾳ Χρυσόθεμιν συνέζευξεν καὶ τῇ Ἀντιγόνῃ τὴν σμήνην ἕνεκα τοῦ διαποικίλλειν ταῖς ἀντιρρήσεσι τὰ δράματα.

331 θυμῷ ματαίῳ γράφε ψυχῇ ματαίᾳ.

335 ὑφειμένῃ δοκεῖ: οὐχ ὅλον τὸ ἱστίον ἀναπετασάσῃ· ἀπὸ τῶν πλεόντων οἳ πρὸς τὴν βίαν τῶν ἀνέμων οὐκ ἀντίσχοντες ὑφιᾶσι τῶν ἱστίων.

εἰς τὸ αὐτό: ὑφήσειν τὸ ἱστίον οἷον συστέλλειν τὸ φρόνημα καὶ μὴ ἄντικρυς μάχεσθαι· οἱονεὶ τῇ προαιρέσει χρῶμαι.

339 ὁ νοῦς, τί ὄφελος τῆς δικαιοσύνης εἴ τις διὰ ταύτην τοῖς δεινοῖς περιπέσῃ;

342 μέλειν φροντίζειν.

343 ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα: ταῦτα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀντιγόνῃ ὅπου τῇ Ἰσμήνῃ λοιδορεῖ καί φησιν αὐτὴν τὰ Κρέοντος φρονεῖν.

οἷον ἃ εἶπες ἐμὲ νουθετοῦσα.

345 ἔπειθ᾿  ἑλοῦ γε: ὁμολόγησον σαυτὴν ἢ φρονεῖν κακῶς προστιθεμένην τοῖς ἐχθροῖς ἢ φρονοῦσαν τῶν φιλτάτων ἀμνημονεῖν οἷον θάτερά σε δεῖ ὁμολογῆσαι ἢ ὅτι κακῶς φρονεῖς ἢ ὅτι ἑκοῦσα ἁμαρτάνεις καὶ παρορᾷς.

ὁμολόγησον.

348 τὸ τούτων μῖσος λείπει ἡ κατά.

350 τήν τε δρῶσαν ἐκτρέπεις ἀντὶ ἐμέ· ἡ δὲ ἐκ ἀντὶ τῆς ἀπό, ἀποτρέπεις.

[*](6 οὐχ addidi. — 8 ἀντισχόντες L, corr. Lasc. — 11 χρῶμαι] χρωμένην G; an χρῆσθαι? — 16 ὅμοιά ἐστι τοῖς ἐν] ὁποῖά ἐστι τὰ (τοῖς G) ἐπὶ L, corr. Michaelis coll. schol. v. 997. Ἀντιγόνῃ] v. 549. — 17 αὐτὴν] αὐτῇ L, corr. V,)
121

354 κακῶς μὲν ζῶ ἀλλʼ ὑπὲρ τοῦ λυπεῖν τοὺς ἐχθροὺς τοῦτο πράττω.

κακῶς ὀδυνηρῶς.

ἐπαρκούντως οὐ γὰρ ἐφίεμαι τρυφερώτερον ζῆν.

355 λυπῶ τούτους διὰ τοῦ τιμᾶν τὸν πατέρα.

361 δαψιλὴς ἔστω σοι ἡ τροφή.

[*](Fol. 21 a)

363 ἐμοὶ γὰρ ἔστω: ἐμοί, φησίν, ἔστω τροφὴ ἡ τῇ ἀνάγκῃ μόνον ἀρμόζουσα καὶ τὴν πείνην ἀπελαύνουσα· οὐ δέομαι γὰρ τοιαύτης τροφῆς ἀφʼ ἦς ἡδονὴν σχήσωτοὐμὲ μὴ λυπεῖν τοῦ μὴ λυπεῖν τὸν πατέρα.

365 οὐδʼ ἂν σὺ εἰ ἐσωφρόνεις ἁβρῶς ἔζης ἠμεληκυῖα τοῦ πατρός.