Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

264 κἀκ τῶνδʼ ἄρχομαι: καὶ βασιλεύομαι ὑπʼ αὐτῶν, ἔτι δὲ τοῦτο χαλεπώτερον, τὸ καὶ τούτοις ὑποτετάχθαι.

267 ὅταν θρόνοις Αἴγισθον: καὶ γὰρ μετὰ τὸ φονεῦσαι Ἀγαμέμνονα Αἴγισθος ἐβασίλευσενʼ Ὅμηρος

  • Αἴγισθος ---
  • ---ἥνασσε πολυχρύσοιο Μυκήνης
  • κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.

    269 φοροῦντʼ ἐκείνῳ ταὐτά: οὐχ ὅμοια βασιλικὰ ἀλλὰ τὰ ἐκείνου· πάνυ γὰρ τοῦτο περιπαθὲς καὶ εἰς ὑπόμνησιν ἄγον τὴν μείρακα τοῦ πατρός.

    270 σπένδοντα λοιβάς: τὸ τῆς ἀσεβείας Αἰγίσθου κατηγόρημα εἰ σπένδει θεοῖς ὅπου ἄδικος φόνος εἴργαδται.

    271 ἴδω δὲ τούτων: ζηλοτυπίας μεστὸν τὸ πρᾶγμα, κινητικὸν δὲ πρὸς οἶκτον τὸ αὐτοέντην πρὸς κοίτῃ πατρός.

    272 αὐτοφόντην γράφε αὐτοέντην· τὸ δὲ ἡμῖν παρέλκει Ἀττικῶς.

    [*](2 μὲν] ἡμῖν L, corr. Lasc. — 5 ὁσημέραι L, corr. Lasc. — 6 παρατείνειε L, περιτείνει G, corr. Lasc — 10 τοῦτο] τούτου G. — 14 0d. γ 304. — 16 αὐτῷ] αὐτοῦ L. — 18 περιπαθῶς L, corr. G, H. — 26 ἡμῖν] ῆμιν (ἡμὶν deleto circumflexu in textu) L.)
    118

    275 τλήμων τολμηρά, ἀναιδής.

    278 εὑροῦσʼ ἐκείνην ἡμέραν; τὸ εὐροῦσα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς γυναικὸς σημαίνει οἷον ἡδέως αὐτὴν θεωμένη.

    281 θεοῖσιν ἔμμηνʼ ἱερά: οἱ Ἀργολικοὶ συγγραφεῖς ιγ΄ εἶναί φασι Γαμηλιῶνος ἐς Δεινίας ἐν ζ΄ Ἀργολικῶν.

    ἔμμην᾿ κατὰ μῆνα.

    283 κἀπικωκύω δακρύω.

    284 ἐπωνομασμένη ἐφʼ ᾧ ὠνομάσθη.

    286 ὅσον μοι θυμὸς ἡδονήν: ἐπικουφίζεται γὰρ τοῖς δακρύοις ἡ συμφορά· Αἰσχύλος

    οἵ τε στεναγμοὶ τῶν πόνων ἐρείσματα.

    287 εὐγενὴς λόγοις καὶ οὐ πράξεσιν.

    289 καὶ ταῦτα Ἀριστοφάνης παρῴδηκεν ἐν Γηφυτάδῃ.

    δύσθεον ἀσεβές.

    σοὶ μόνῃ πατὴρ τέθνηκεν: οὐκ ἀνῃρέθη φησὶν ἀλλὰ τέθνηκεν τῷ προσχήματι τῆς λέξεως παραλογιζομένη τὴν παρανομίαν.

    299 ὑλακτε ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ ὡς κύων.

    300 ὁ κλεινὸς κατὰ εἰρωνείαν.

    302 ὁ σὺν γυναιξὶ τὰς μάχας. συνεργούσης γὰρ Κλυταιμήστρας ἀνεῖλεν τὸν Ἀγαμέμνονα

    Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.

    [*](4 θεωμένην L, corr. H. — 6 Γαμηλιῶνος] τὰ μηλίων (μηλιῶνος G) L, corr. Lasc. Δεινίας] C. Muelleri fragm. hist. Graec. 2 (III p. 24). — 13 fr. 375. οἵ τε] οἱ δὲ G, οἵ τοι schol. Il. ψ 10 οἱ γὰρ urbinas. ἐρείσματα] ε post ρ serius additum in L; ἐρύσματα Herm., κουφίσματα Nauckius, ῥαΐσματα F. Schmidtius, ἀρτύματα Wecklinus. — 14 καὶ (οὐ a m. rec.)I. — 15 fr. XIX (II p. 1012) ═ Dind. poet. sc. fr. 215. — 25 Od. ω 97.)
    119

    303 γράφε

    ἐγὼ δʼ Ὀρέστην προσμένουσʼ ἀεί ποτε.

    305 τὰς οὔσας τὰς παρούσας.

    307 ἐν οὖν τοιούτοις: θαυμαστῶς καὶ ἀνθρωπίνως δικαιολογεῖται ἐπεὶ οἱ ἐν δεινοῖς καὶ ἔξω λογισμοῦ τινα πράσσουσι καὶ εἰς θεοὺς ἀσεβῆ φθέγγονται.