Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1413 πόλις, ὦ γενεά: γενεὰ τοῦ οἴκου τούτου, κατὰ ταύτην σε τὴν ἡμέραν ἡ Μοῖρα εἰς φθορὰν καὶ ἐλάττωσιν τοῦ γένους ἄγει.

1417 ζῶσιν ἀντὶ ἐπεξέρχονται ἑαυτούς.

1420 ὑπεξαιροῦσι ἐκχέουσι τὸ αἶμα τῶν φονευσάντων οἱ φονευθέντες.

1425 Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν: οἷον οὐκ ἀπʼ ἐμαυτοῦ ἐπιβαλλόμενος ἔπραξα ἀλλὰ πειθόμενος θεῷ.

1428 λεύσσω γὰρ Αἴγισθον οἷον ὑποστρέψαντα· μετεκέκλητο γὰρ ἴσως ὑπὸ Κλυταιμήστρας.

1434 νῦν, τὰ πρὶν εὖ θέμενοι: τὰ μὲν πρὶν εὖ θέμενοι, τὰ κατὰ τὴν Κλυταιμήστραν, ὡς καὶ 〈τὰ〉 ὕστερον εὖ εἴη, τὰ κατὰ Αἴγισθον.

1437 δι᾿ ὠτὸς ἂν παῦρά γε: μὴ ἀνατεταμένως [*](3 τοῦτο L, corr. Trendelenb. p. 46. — 5 Ἠλέκτρας om. G. — 6 ἐναργέστερον G. — 8 ἀπέστη] ἄπεστι Neuius. — 22 ἐπιβαλόμενος? — 26 τὰ addidi. — 27 ὕστερον] ὑμέτερον L, corr. G.)

159
φθέγγεσθαι ἀλλʼ ἐλαφρῶς ἐν τὶ λαλεῖν δεῖ μηδὲ μηκύνειν τὸν λόγον.

1438 ὡς ἠπίως ἐννέπειν: γράφε νηπίων, ὡς ἂν μικρῶν παίδων ῥήματα οὕτως αὐτῷ ἀφελῶς διαλέγεσθαι δεῖ μὴ ἀνακαλύπτοντας εὐθέως τὸ γεγονὸς κατὰ τὸν οἶκον. γράφε νηπίῳ.

1439 πρὸς ἄνδρα τόνδε συμφέροι: καθʼ ὑπερβατόν, συμφέροι ἂν πρὸς τοῦτον τὸν ἄνδρα ὀλίγα διʼ ὠτὸς αὐτοῦ ἐννέπειν ὡς ἂν ἀνοήτῳ διαλεγόμενον· λείπει δὲ καὶ τῷ λόγῳ, διαλεγόμενον τῷ νηπίῳ· ἢ πρὸς αἰτιατικὴν μετακτέον, πρὸς τὸν ἄνδρα συμφέροι ἂν τοῦτον ὡς πρὸς νήπιον ἐννέπειν ὀλίγα διὰ τοῦ τὸς ὅπως ἂν ἀπατηθεὶς ἐμπέσοι εἰς τὸν ἀγῶνα τῆς δίκης τὸν λάθρᾳ κατʼ αὐτοῦ γινόμενον.

1450 δίδασκέ με γράφεται μήνυέ μοι.

[*](Fol. 32)