Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1391 παράγεται γὰρ ἐνέρων δολιόπους. ἡ Ἐρινὺς ἀφόβως χωροῦσα ἢ δαίμων τις ἀπλῶς βοηθὸς νεκρῶν· ἢ ἐπὶ τοῦ Ὀρέστου, παρέρχεται, φησίν, ἔσω στέγης ὁ Ὀρέκτης· ἐνέρων δὲ ἀρωγὸς ἤτοι τοῦ Ἀγαμέμνονος ἢ τῶν χθονίων θεῶν βοηθὸς ὅ ἐστιν ὑπηρέτις.

1393 ἑδώλια ἑδράσματα.

ἀρχαῖα οἰκήματα.

1394 νεακόνητον αἷμα τὸ ξίφος τὸ ἠκονημένον εἰς οἶμα καὶ φόνον.

1395 ὁ Μαίας δὲ παῖς: ὁ Ἑρμῆς αὐτὸν ἄγει πρὸς αὐτὸ τὸ τέρμα κατακρύψας σκότῳ τὸν ὑπʼ αὐτοῦ γινόμενον δόλον.

Ἑρμῆς.

1398 ἐξερχομένη ταῦτά φησιν.

1400 ἐς τάφον εἰς τὸ περίδειπνον τὸ ἐπὶ τῷ Ὁρέκτῃ δοκοῦντι ἀπολωλέναι.

1402 ἐν τούτοις δῆλον ὅτι εἰσῆλθεν ἐν τοῖς ἔμπροσθεν Ἠλέκτρα.

[*](3 εἰς] ἐς L, corr. Lasc — 11 ἀφόβως] ἀψόφως Wakefieldus. — 13 ἢ ] in litura. — 14 θεῶν] θος L, corr. Lasc. — 15 ἑδράσματα ] γρ praefixit m. rec — 20 κατακρύψαι L, corr. Lasc. — 24 τῷ ἐπὶ τῷ L, corr. Lasc — 26 ἔμπροσθεν] v 1384.)
158
[*](Fol. 32 a)

1404 αἴ αἰ, ἰὼ στέγαι: ἔθος ἔχουσι τὰ γεγονότα ἔνδον ἀπαγγέλλειν τοῖς ἔξω οἱ ἄγγελοι, νῦν δὲ διὰ τὸ μὴ διατρίβειν ἐν τῷ δράματι οὐκ ἐποίησεν· τούτῳ γὰρ προκείμενον τὸ κατὰ τὴν Ἠλέκτραν ἐστὶ πάθος· νῦν τοίνυν βοώσης ἐν τῇ ἀναιρέσει τῆς Ἠλέκτρας Κλυταιμήστρας ἀκούει ὁ θεατὴς καὶ ἐνεργέστερον τὸ πρᾶγμα γίνεται ἢ διʼ ἀγγέλου σημαινόμενον· καὶ τὸ μὲν φορτικὸν τῆς ὄψεως ἀπέστη τὸ δὲ ἐναργὲς οὐδὲν ἧσσον καὶ διὰ τῆς βοῆς ἐπραγματεύσατο.

1405 φίλων ἔρημοι ὁ λόγος ἀποτείνεται πρὸς Αἴγισθον.

1406 βοᾷ τις ἔνδον: οἰκεῖον τὸ διανόημα γυναικῶν, τὸ δὲ ἀνήκουστα οὐχ ὡς καταγινώσκουσαι τοῦ Ὀρέστου φασὶν ἀλλὰ πᾶν τὸ πρᾶγμα ἐκτρεπόμεναι.