Scholia in Pindarum Nemean Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
[*]()λεγόμενον δὲ τοῦτο: δοκεῖ δὲ καὶ τὸν Ἰάσονα ἀναθρέψαι ὁ Χείρων.
[*]()ἔπος ἔχω: παρηκολούθηκα οὖν καὶ τοιούτῳ τινὶ λεγομένῳ λόγῳ, ὅτι καὶ τὸν Ἰάσονα ἀνέθρεψεν ὁ Χείρων. |[*]() ὅτι δὲ ἐτράφη παρὰ τῷ Χείρωνι ὁ Ἰάσων, Ἡσίοδός φησιν (fr. 19)· Αἴσων, ὃς τέκεθ᾿ υἱὸν Ἰήσονα, ποιμένα λαῶν, ὃν Χείρων ἔθρεψ᾿ ἐνὶ Πηλίῳ ὑλήεντι. ἀλλὰ καὶ ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι, φησίν, ἐτράφη, ὡς καὶ Σωκράτης ὁ Ἀργεῖός φησι (FHG IV 496).
[*]()b. βαθυμῆτα χείρων: οὐκ ἐπιπόλαια βουλευόμενος ἀλλ᾿ ἐν βάθει. ἀντὶ εὐθείας δὲ ὁ συνετώτατος Χείρων, ὡς καὶ παρ᾿ Ὁμήρῳ· ἱππότα Πηλεύς, καὶ νεφεληγερέτα Ζεύς.
[*]()a. τὸν φαρμάκων δίδαξε μαλθακόχειρα: τὸν πρᾳοτάτην καὶ ὑγιαστικὴν ἔχοντα τὴν διὰ τῶν χειρῶν ἐπιμέλειαν.
b. νομὸν δὲ τὴν διανέμησιν τῶν φαρμάκων καὶ τὴν ἐμπειρίαν λέγει.
[*]()a. νύμφευσε δ᾿ αὖθις: ἐγαμοστόλησε τῷ Πηλεῖ, φησί, τὴν Θέτιν ὁ Χείρων· ὑπεδέξατο γὰρ τοὺς θεοὺς ἐπὶ τὴν δαῖτα.
b. τὸ δὲ αὖθις οὐκ ἐκ δευτέρου, ἀλλὰ μετὰ ταῦτα· ἐναντίον γὰρ, εἰ ὡς πρός τι λαμβάνοιτο.
[*]()γόνον τέ οἱ φέρτατον ἀτίταλλε: ἔτρεφε καὶ τὸν Ἀχιλλέα ἐν τοῖς ἁρμοδίοις καὶ προσήκουσι τὴν αὐτοῦ παιδεύων ψυχήν.
[*]()a. ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς: εἰς ταῦτα ἀτίταλλε τὸν Ἀχιλλέα ὁ Χείρων ἁρμοστὰ αὐτῷ πάντα παρέχων, ἵνα πλεύσας εἶς Ἴλιον ταῖς κατὰ θάλασσαν τῶν ἀνέμων ἐπιπνοαῖς τὴν πολεμικὴν ἀλαλὰν τῶν Λυκίων ὑπομένοι,[*]() |[*]() καὶ ἵνα ἐμπήξαι τὰς χεῖρας τοῖς Αἰθίοψι καὶ καθίκοιτο τῆς ψυχῆς αὐτῶν διὰ τοῦ πολεμεῖν.
b. ἢ ἐπὶ τῶν αὐτοῦ φρενῶν τοῦ Ἀχιλλέως δεκτέον τὸν λόγον, ἵν᾿ ἑαυτοῦ τὰς χεῖρας πήξαιτο, πεπηγυίας παράσχοι ταῖς φρεσίν, ἵνα ὃ διανοηθῇ ταῖς φρεσίν, ὑπηρετηθῇ διὰ τῶν χειρῶν. ἐνίοτε γὰρ ἐπιθυμοῦμέν τι κατορθῶσιν, καὶ ἀσθενοῦμεν αὐτὸ ποιῆσαι μὴ ὑπηρετούμενοι ταῖς χερσίν. ὁ δὲ Ἀχιλλεὺς ἐτράφη, ἵν᾿ ὅπερ ἄν διανοηθῇ, δυνηθῇ διὰ τῶν χειρῶν κατεργάσασθαι.
c. ἵν᾿ οὖν καθίκοιτο τῶν Αἰθιόπων τὸν βασιλέα Μέμνονα ἀνελών.[*]()
[*]()ὑπό Τρωΐαν δορίκτυπον: οἱ μὲν [ἁπλῶς] εἰς τὴν μάχην τῶν Λυκίων, οἱ δὲ ἁπλῶς εἰς τὴν Τροίαν ἤκουσαν, ἵνα ἡ ὑπό ἀντὶ τῆς εἴς κέηται· οἱ δὲ ἔξωθεν τὸ χώραν προσυπήκουσαν, ἵν᾿ ᾖ· ὑπὸ Τρῴαν χώραν.[*]()
[*]()ἐν φρασὶ πάξαιθ᾿: παγίως λογίσαιτο καὶ κρίναι· ἀντὶ τοῦ εἰς πέρας ἄγοι.
[*]()ἀνεψιὸς ζαμενής: ἀνεψιὸς τοῦ Ἑλένου ὁ Μέμνων, εἴπερ Τιθωνὸς καὶ Πρίαμος ἀδελφοί εἰσιν, ὧν οὗτοι παῖδες. τὸ δὲ ζα ἐπιτατικόν, ὡς καὶ τὸ ζάθεον, ζαχρηής, ζάπλουτος.
[*]()τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν: τὸ φέγγος καὶ ἡ δόξα τῶν Αἰακιδῶν τηλαυγής ἐστιν αὐτόθεν. ἢ ἐξ ὧν νῦν εἶπον ἔργων ἢ ἐκ τῆς Ἰλίου· ἠρίστευσαν γὰρ ἐπὶ τῆς Ἰλίου οἱ Αἰακίδαι· ἢ καὶ τρίτον ἐπὶ τῆς Αἰγίνης· διὰ τὸ Αἰγινήτας εἶναι ἀναφέρων τὸν ἔπαινον ἐπὶ τὸν ἀθλητὴν ἐκ τῆς Αἰγίνης αὐτόν φησιν ᾑρῆσθαι τὸ κλέος.
[*]()a. Ζεῦ, τεὸν γὰρ αἷμα: τεχνικώτατα τῷ Διῒ προσοικειοῖ τὸν νικηφόρον, πρῶτον μὲν ὅτι πρόγονος τῶν Αἰακιδῶν ὁ Ζεύς, δεύτερον δὲ ὅτι τοῦ Νεμεαίου ἀγῶνος ἔφορος ὁ Ζεὺς, καθ᾿ ὃν ὁ Ἀριστοκλείδης ἐνίκησεν. ἀνάκειται δὲ Διῒ καὶ ὁ Νεμεακὸς ἀγών.[*]()
b. ἄλλως. πιθανῶς, ἐπεὶ παρεκβέβηκεν ἐπὶ τοὺς Αἰακίδας ὑμνήσας αὐτῶν τὸ κλέος, βούλεται πάλιν ἐπανελθεῖν ἐπὶ τὸν ὕμνον τοῦ ἀθλητοῦ οὐκ ἀπρόσλογον ἀπόσπασμα ποιήσας· ἐκ τοῦ σοῦ γένους ἐστί, φησίν, ἡ ἀρετὴ τῶν Αἰακιδῶν. διὰ τί; σὺ γὰρ ἀρχηγέτης εἶ τοῦ γένους αὐτῶν.
[*]()c. τεὸν γὰρ αἷμα, σέο δ᾿ ἀγών: τὰ γὰρ Νέμεα σά ἐστι· Νεμεονίκης δὲ ὁ ὑμνούμενος.[*]()
d. ὁ δὲ νοῦς· ὦ Ζεῦ, ἀπὸ σοῦ τηλαυγὲς ἔχουσι τὸ γένος οἱ Αἰακίδαι. |[*]() σὺ γὰρ ἀρχηγέτης τοῦ γένους αὐτῶν, σὸς δὲ ὁ ἀγὼν τῶν Νεμέων.[*]()
[*]()ἐπιχώριον χάρμα κελαδέων· τὸ ἐπιχώριον καὶ ἴδιον αὐτῶν τῶν Αἰγινητῶν χάρμα καὶ ἡδονὴν ἀνυμνῶν τὸν νικηφόρον.
[*]()a. βοὰ δὲ νικαφόρῳ: ἡ δὲ βοὴ τῶν ὑμνούντων νέων σὺν τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ πρέπει, ἀντὶ τοῦ ἐκπρεπὴς ὑπάρχει. ἔν τισι δὲ γράφεται σὺν τῷ ῑ βοᾷ, προσληψόμεθα δὲ ἔξωθεν τὴν σύν πρόθεσιν, ἵν᾿ ᾖ· σὺν βοᾷ νέων ὁ ὕμνος ἐκπρεπής ἐστιν.
b. ἢ οὕτως· ἡ δὲ βοὴ τοῦ ὕμνου συμπρέπει τῷ νικηφόρῳ Ἀριστοκλείδᾳ.