Scholia in Pindarum Nemean Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
[*]()ποντίαν Θέτιν κατέμαρψεν: ἀντὶ τοῦ περιεγένετο αὐτῆς τῶν ἐπιβουλῶν· διωκομένη γὰρ ὑπ᾿ αὐτοῦ μετέβαλλε τὰς μορφὰς, δτὲ μὲν εἰς πῦρ, ὁτὲ δὲ εἰς θηρία· ὁ δὲ καρτερήσας περιγέγονε. περὶ δὲ τῆς μεταμορφώσεως αὐτῆς καὶ Σοφοκλῆς φησιν ἐν Τρωΐλῳ (fr. 561)· ἔγημεν ὡς ἔγημεν ἀφθόγγους γάμους, τῇ παντομόρφῳ Θέτιδι συμπλακείς ποτε. καὶ ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 154)· τίς γάρ με μόχθος οὐκ ἐπεστάτει; λέων δράκων τε, πῦρ, ὕδωρ.[*]() ὅτι δὲ τῷ διαφόρῳ τῆς μορφῆς ἡ Θέτις ὑπέκλεπτε τοὺς πρὸς τὸν Πηλέα γάμους, δημώδης ὁ λόγος· ὥσπερ καὶ ὁ Πρωτεὺς τὴν φύσιν ἤμειβεν.[*]()
[*]()a. ἐγκονητί: ἀντὶ τοῦ ἐνεργῶς. ἡ μεταφορὰ ἀπὸ τῶν ἀθλευόντων.[*]()
[*]()b. Λαομέδοντα δ᾿ εὐρυσθενὴς Τελαμών: ἀπὸ μὲν τοῦ Λαομέδοντος τὴν πόρθησιν τῆς Ἰλίου σημαίνει, ἀπὸ δὲ τοῦ Ἰόλα, ὃς ἦν Ἰφικλέους υἱός, τὴν Ἡρακλέους στρατηγίαν· τᾷ δὲ Ἡρακλεῖ συγκαθεῖλε Τελαμὼν τὴν Ἴλιον.
[*]()c. εὐρυσθενὴς Τελαμὼν Ἰόλα: τῷ Ἡρακλεῖ λέγει ἐκ συσσήμου· Ἰόλας γὰρ Ἡρακλέους ἡνίοχος.
[*]()d. ἄλλως. Ἰόλαος Ἡρακλέους ἦν ἡνίοχος· ἐκ συσσήμου οὖν λέγει Ἰόλᾳ, τουτέστι τῷ Ἡρακλεῖ. |[*]() φησὶν οὖν, ὅτι καὶ ὁ Τελαμὼν παραστάτης ὢν τοῦ Ἡρακλέους ἅμα τῷ Ἰόλᾳ ἐπόρθησε τὸν Λαομέδοντα.
[*]()a. καί ποτε χαλκότοξον Ἀμαζόνων μετ᾿ ἀλκάν: χρόνῳ δέ τινι καὶ ἐπὶ τὰς πολεμικὰς Ἀμαζόνας ἀπιόντι τῷ Ἡρακλεῖ συνηκολούθησε, φησίν, ὅτε πρὸς τὴν Ἱππολύτην διὰ τὸν ζωστῆρα ἦλθεν.
b. ἄλλως. περὶ τοῦ καὶ ἐπὶ τὰς Ἀμαζόνας συστρατεῦσαι . . . . . . (Hesiod. fr. 278) Τελαμὼν ἀκόρητος ἀϋτῆς ἡμετέροις ἑτάροισι φόως πρώτιστος ἔθηκε κτείνας ἀνδρολέτειραν ἀμώμητον Μελανίππην, αὐτοκασιγνήτην χρυσοζώνοιο ἀνάσσης. ἔνιοι δέ φασιν, ὅτι καὶ Πηλεὺς αὐτῷ συνεστράτευσεν, Ἑλλάνικος δὲ πάντας τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας Ἡρακλεῖ συστρατεῦσαί φησιν (FHG I 49 M., I 134 J.)
[*]()a. οὐδέ μίν ποτε φόβος ἀνδροδάμας: ὁ τοὺς ἄνδρας δαμάζων φόβος.
b. οὐδέποτε δὲ αὐτοῦ τὴν ἀνδρείαν ἐκ τῶν φρενῶν φόβος τις ἔπαυσεν· οὕτως ἄρα τῇ ἐκ φύσεως εὐδοξίᾳ πᾶς τις ἐπαίρεται καὶ μέγα φρονεῖ. δεῖ οὖν, φησί, καὶ τούτους ἐφ᾿ ἑαυτοῖς μέγα φρονεῖν· ἐκ φύσεως γὰρ ἀγαθοί.[*]()
[*]()a. ὃς δὲ διδάκτ᾿ ἔχει, ψεφηνὸς ἀνήρ: ἀντὶ τοῦ σκοτεινός· ψέφος γὰρ τὸ σκότος.
[*]()b. ὁ δὲ νοῦς· ὅστις δὲ ἐξ ἐπιτηδεύσεως καὶ μαθήσεως ἔχει τὰ καλὰ, σκοτεινός ἐστι καὶ οὐχ ὁμοίως ἐκλάμπων, οὐκ ἀεὶ τὰ αὐτὰ φρονῶν ἀλλ᾿ εὐμαρῶς μεταβαλλόμενος διὰ τὸ σαθρὸν τῆς ἐπιτηδεύσεως ἀφ᾿ ἑτέρων εἰς ἕτερα.[*]()
[*]()a. οὔποτ᾿ ἀτρεκεῖ: οὐ διαπαντὸς διομαλίζων, ὡς ὁ ἐκ φύσεως τὸ ἀγαθὸν περιπεποιημένος, ἀλλὰ νῦν μὲν ἐπιτυγχάνων, νῦν δὲ οὔ. ὁ γὰρ φυσικὴν μὲν οὐδεμίαν ἔχων ὁρμὴν οὐδὲ εὐφυΐαν, διδακτὰ δὲ πάντα, οὗτος οὐδέποτε ἐφ᾿ ἓν ὁρμήσας συνετέλεσεν, ἀλλ᾿ ἐπὶ πολλὰς ἀρετὰς ἐρχόμενος ἀπογεύεται μόνον.
b. ἢ οὕτως· διομαλίζει, οὐκ ἐπιβαίνει, οὐκ ἐπὶ τὸ αὐτὸ πρᾶγμα ἵσταται. ὁ δὲ Δίδυμος· οὐδέποτε καταβὰς ἐπί τι πρᾶγμα ἐνέμεινεν ἐπ᾿ αὐτοῦ καὶ ἐνεκαρτέρησεν, ἀλλ᾿ εἰς πολλὰ καὶ ἄλλα μετατρέπει.[*]()
c. ἄλλως. οὐδέποτε ἀσφαλῶς ἐπέβη τοῖς καλοῖς, καταψευδόμενος τῆς ἐλπίδος πολλῶν ἀρετῶν ἀτελῶς ἅπτεται. ὡς Ὅμηρος (Ν 281)·
ἀλλὰ μετοκλάζει καὶ ἐπ᾿ ἀμφοτέρους πόδας ἵζει.[*]()
[*]()ξανθὸς δ᾿ Ἀχιλλεύς: ὁ δὲ Ἀχιλλεὺς τὰ μὲν παῖς ὢν ἄθυρεν ἐν τοῖς οἴκοις τῆς Φιλύρας, καὶ ταῦτα δὲ μεγάλα, καὶ συνεχῶς κατειργάζετο ὀξείαις βολαῖσι μάχας, τῶν γενναιοτέρων ζῴων, λεόντων τε καὶ συῶν ἀγρίων πλῆθος ἀναιρῶν. διαπαντὸς δὲ ὁ Πίνδαρος μᾶλλον τὰ ἐκ φύσεως ἀγαθὰ τῶν ἐκ διδασκαλίας παραγινομένων προκρίνει.[*]()
[*]()a. Φιλύρας ἐν δόμοις: ἐν τοῖς τοῦ Χείρωνος· ἀπὸ τὴς μητρὸς ἀκουστέον.
b. ἢ οὕτως· παρὰ μὲν Ὁμήρῳ μόνον παιδεύεται διδασκόμενος τὴν ἰατρικήν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τρέφεται παρὰ Χείρωνι.[*]()
[*]()βραχυσίδαρον ἄκοντα: ἤτοι καθὸ βραχυσίδηρός ἐστιν ἡ ἀκμὴ πρὸς τὸ ξύλον τοῦ δόρατος συγκρινομένη, ἢ ἐπεὶ παῖς ἦν ὁ Ἀχιλλεὺς, ἀνάλογον εἶχε τῇ ἡλικίᾳ βραχυσίδηρον ἄκοντα, τουτέστι παιδικῷ δόρατι ἐχρήσατο.
[*]()ἶσόν τ᾿ ἀνέμοισιν: ἀκαταλλήλως ἐξενήνοχεν· ἔδει γὰρ εἰπεῖν, λεόντων ἀγροτέρων μάχας ἐνήργει, ἢ λεόντεσσιν ἀγροτέροισι.
σώματι δὲ παρὰ Κρονίδαν κένταυρον: τῷ δὲ αὑτοῦ σώματι ἐνεργῶν ὁ Ἀχιλλεὺς ἄσθματος πλήρης ἑξέτης ὢν κυνηγῶν θῆρας ἐφόρει παρὰ Κρονίδην κένταυρον, ἤτοι τὸν Κείρωνα· ἐκ Κρόνου γὰρ οὗτος καὶ Φιλύρας, ὡς καὶ Ἀπολλώνιος ἐν τῷ δευτέρῳ (1235) μαρτυρεῖ.[*]()
[*]()ὅλον δ᾿ ἔπειτ᾿ ἂν χρόνον· τὸν ἐθάμβευν: τουτέστι τὸν ἅπαντα βίον τοῦτο ἐνήργει, καὶ τῶν ἀνδραγαθημάτων αὐτὸν ἐθαύμαζον.
[*]()κτείνοντ᾿ ἐλάφους ἄνευ κυνῶν: τὴν ἰσχὺν καὶ τὴν ταχυτῆτα αὐτοῦ διὰ τούτων παρίστησι· |[*]() ποδώκης γὰρ ἦν. ἔτι τε σὺν τῷ μηδὲ κύνας ἔχειν οὐδὲ λίνα περιεπήγνυ, οἷς δολώσει τοὺς θῆρας· οὕτως ἦν ἶσος ἀνέμοις.
[*]()a. δολίων θ᾿ ἑρκέων: τῶν λίνων. ἕρκεα γὰρ τὰ λίνα, τὰ περιφράγματα.
b. δολίων δὲ, ὅτι θηρῶντες τοὺς θῆρας τὰ λίνα λάθρα ἱστᾶσιν.
[*]()c. ὅτι δὲ ποδώκης ἦν Ἀχιλλεὺς, καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ λέγων· πόδας ὠκὺς Ἀχιλλεύς.
[*]()d. τὴν δὲ ἰσχὺν καὶ τὴν ταχυτῆτα τοῦ Ἀχιλλέως διὰ τούτων παρίστησι· καὶ Ὅμηρος (Α 58) μαρτυρεῖ· πόδας ὠκὺς Ἀχιλλεύς.