Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ὀρειᾶν γε Πελειάδων: τῶν Πλειάδων τῶν ἀστέρων· ὃ ἔθος αὐτῷ τε Πινδάρῳ λέγειν καὶ Σιμωνίδῃ (fr. 18) τὰς Πλειάδας. |[*]() ἔστι δὲ ἄστρον κατὰ τὴν ἱστορίαν καὶ τὸν λόγον ἐξ ἑπτὰ ἀστέρων συγκείμενον, κατὰ δὲ τὴν ὄψιν ἓξ, ὡς καὶ Ἄρατος (257)· ἑπτάποροι δὴ ταί γε κατ᾿ ἀνθρώπους ὑδέονται ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. πλησιάζουσι δὲ τῷ Ὠρίωνι αἱ Πλειάδες.[*]()

[*]()b. ἄλλως. ἤτοι τῶν πρὸς τὸν Ὠρίωνα κεκλιμένων· ἢ τῶν ὀρείων, ἐπειδὴ ὁ Ἄτλας ὁ τῶν Πλειάδων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη· ἢ ὅτι ὅροι εἰσὶ τοῦ ἀμήτου· ἢ λιτότερον, τῶν ὅρων καὶ τῶν τόπων ἐν οἷς εἰσιν οἱ ἀστέρες.[*]()

[*]()c. ἄλλως. Ἀρίσταρχος· ἐν τούτοις μὲν ταῖς Πλειάσι φησὶ τὸν Ὠρίωνα ἐπέχειν, ἐν ἄλλοις δὲ (fr. 74) τὴν Πληιόνην φησὶν αὐτὸν διώκειν, ὑποτιθέμενος τὸ σύστημα τῶν Πλειαδων ἓν ζῴδιον. ταῦτα μὲν ὁ Ἀρίσταρχος. θέλοι δ᾿ ἂν δηλοῦν τοῦτο, ὅτι τῇ Νεμεακῇ δεῖ συνάπτειν τὴν Ἰσθμιακὴν καὶ Πυθικὴν καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς Πλειάσιν ὁ Ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ Ταύρου ὁ Ὠρίων κυνηγετικὸς ὤν· διό φησιν Ἄρατος (322)· λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς Ὠρίων. |[*]() εἰσὶ δὲ αἱ Πλειάδες ἐπὶ τῇ οὐρᾷ τοῦ Ταύρου. καὶ ὁτὲ μὲν Πληϊάδας καλεῖ πληθυντικῶς, ὁτὲ δὲ Πληϊόνην ὡς μίαν (fr. 74)· τρεχέτω μετὰ Πληϊόναν, ἅμα δ᾿ αὐτῷ κύων. δοκεῖ γὰρ κατ᾿ αὐτὸν τὸν Πίνδαρον ἐρασθῆναι αὐτῆς ὁ Ὠρίων, |[*]() καὶ διώκειν αὐτὴν ἐπὶ πολλοὺς χρόνους· ὑπομνήματα δὲ τούτων ὁ Ζεὺς κατηστέρισε. παρὸ δή φησιν· ὁ Ὠρίων ἐπιὼν ταῖς Πληϊάσι. ζητεῖται δὲ διὰ τί ὀρείας εἶπε τὰς Πλειάδας· καὶ τινὲς μὲν ἔφασαν, ὅτι Νύμφαι ἦσαν, ὧν οἱ ἀστέρες οὗτοι (Hesiod. fr. 275)· Τηϋγέτη τ᾿ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις, Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινώ, Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας. Σιμωνίδης δὲ μίαν τῶν Πλειάδων Μαῖαν ὀρείαν προσηγόρευσεν εἰπών (fr. 18)· Μαιάδος οὐρείας ἑλικοβλεφάρου· κατὰ λόγον· αὕτη γὰρ (Hesiod. fr. 276) Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχ᾿ Ἑρμῆν. τινὲς δὲ ἐπὶ τὴν τῶν ὁμωνύμων ὕλην ἀποχωροῦντες Ἄτλαντός φασι λεγομένας θυγατέρας, ἐπειδὴ ἐκεῖ τι κληΐζεται, κατὰ τὴν τοῦ πατρὸς ὁμωνυμίαν ὡς ἐξ ὄρους γεγεννημένας ὀρείας προσηγορεῦσθαι. οἱ δὲ οὕτως· καθὸ Πελειάδας αὐτὰς εἶπε, καὶ ὀρείας· αἱ γὰρ περιστεραὶ ὄρειαί εἰσιν· εἴωθε δὲ ὁ Πίνδαρος ταῖς ὁμωνυμίαις ἐπαναπαύεσθαι ἔθει ἰδίῳ ἔνιοι δὲ διὰ τὸ ἐπὶ τῆς οὐρᾶς τοῦ Ταύρου κεῖσθαι, κατὰ ὕφεσιν τοῦ υ [λέγεσθαι], ὡς καὶ τὸ (Pind. fr. 308) Κλειὸς ἕκατι, ἀντὶ τοῦ Κλειοῦς. εἶπε δ᾿ ἂν οὐραίας, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Ψ 519)· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι. εἰ μὴ καθὸ ἀπόγειον ἄνεμον λέγομεν, οὕτως οὐρείας τὰς οὐραίας ἀκουστέον. τάχα δὲ ἀπὸ τοῦ συνόντος Ὠρίωνος τὰς ὠρείας ἐν συστολῇ γενέσθαι ὀρείας. βέλτιον οὖν ἀποδιδόναι. τῇ ὁμωνυμίᾳ προσαναπαυόμενον τὸν Πίνδραρον οὕτως εἰρηκέναι, ἢ ἀπὸ τῆς Κυλλήνης, ἐν ᾗ ἐτράφησαν. ὁ δὲ Κράτης γράφει θερειᾶν Πελειάδων, ὅτι θερείας ἐπιτέλλουσι· τούτῳ δὲ ἀντιπράσσει ἥ τε ἀντίστροφος καὶ τὸ μὴ μόνον θέρους αὐτὰς ἐπιτέλλειν, ἀλλὰ καὶ χειμῶνος. δύναιτο δ᾿ ἂν καὶ ὀρείας λέγειν τὰς ὀρουστικὰς, τουτέστιν ὁρμητικὰς, διὰ τὸ φεύγειν τὸν Ὠρίωνα ἢ διὰ τὸν φόβον τῶν Ἡρακλέους βελῶν.[*]()

[*]()καὶ μὰν ἁ Σαλαμίς γε: ζητεῖται διὰ τί δήποτε τὰ περὶ Σαλαμῖνα εἰς τοὺς περὶ Τιμόδημον λόγους προσῆκται οὐ γὰρ δήπου Σαλαμίνιος ἦν· ἄντικρυς γὰρ αὐτὸν Ἀχαρνέα φησὶ τῶν δήμων. Ἀρίσταρχος μὲν οὖν τῆς Αἰαντίδος φυλῆς εἶναι, οὐκ ὀρθῶς· οἱ γὰρ Ἀχαρνεῖς τῆς Οἰνηΐδος φυλῆς εἰσιν. οἱ δὲ περὶ Ἀσκληπιάδην φασὶν, ὅτι εἰκός ἐστιν αὐτὸν εἶναι τῶν τὴν Σαλαμῖνα κατακληρουχησάντων Ἀθηναίων· εἰκὸς οὖν αὐτὸν γεννηθέντα Ἀθήνησι τεθράφθαι ἐν Σαλαμῖνι. Δίδυμος δέ φησιν, ὅτι ἴσως ἄμεινον λέγειν, ὅτι εἰς Αἴαντα ἀνέφερε τὸ γένος, ὥσπερ καὶ Μιλτιάδης καὶ Κίμων καὶ Ἀλκιβιάδης καὶ Θουκυδίδης ὁ συγγραφεὺς ὁ Ὀλό ου. ἴσως δὲ, ὅτι διὰ τιμῆς ἦγον οἱ Ἀθηναῖοι τὸν Αἴαντα, ὡς μὴ μόνον φυλὴν Αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ πανοπλίας κοσμεῖν, λόγον τε ἔχειν παγκρατιαστὴν ὄντα τὸν Τιμόδημον τῷ μαχιμωτάτῳ τῶν Ἑλλήνων καὶ ἀνδρειοτάτῳ παραβεβλῆσθαι. θρέψαι οὖν ἡ Σαλαμὶς ἱκανή ἐστιν ἄνδρα μαχητήν· τίς ἀπόδειξις; ἡ ἐπιφερομένη.

[*]()a. ἐν Τροίᾳ μὰν Ἕκτωρ Αἴαντος ἄκουσε: τούτῳ γὰρ μονομαχήσας ἐλείφθη.

[*]()b. δυνατός: ἀντὶ τοῦ δυνατή, ὡς θερμὸς ἀϋτμή (h. Hom. Merc. 110. μ 369?), καὶ Πίνδαρος (Ν. IV 1)· ἄριστος εὐφροσύνη ἀντὶ τοῦ ἀρίστη.