Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ὃν τρόπον, φησίν, οἱ Ὁμηρίδαι ῥαψῳδοῦντες ἀπὸ τοῦ [*]() Διὸς ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ | τὴν καταβολὴν, τουτέστι τὴν ἀρχὴν καὶ τόν θεμέλιον τῶν ἱερῶν ἀγώνων ἀπὸ τοῦ Διὸς πεποίηται, Νέμεα νικήσας πρῶτον. Διῒ δὲ ἀνάκειται ὁ Νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς ἀρχὰς οὑτινοσοῦν ἔπους, Καλλίμαχός φησιν (fr. 196)· Ἀρσινόης, ὦ ξεῖνε, γάμον καταβάλλομ᾿ ἀείδειν. μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν, φησίν, ἐστὶν ἀπὸ Διὸς αὐτὸν ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν· ὃ καὶ Ἐγένετο εὐθέως· μετὰ γὰρ τὴν Νεμεακὴν νίκην ἐστεφανοῦτο τὰ Ὀλύμπια. [*]() |[*]() τὸ δὲ τὰ πόλλ᾿ ἀοιδοί ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον. Τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀεὶ ἀπὸ Διὸς ἤρχοντο, ἀλλὰ καὶ ἀπὸ τῶν Μουσῶν.

b. ὅλοι γὰρ οὗτοι εἰς τὸν Δία [*]() προοιμιασάμενοι τοὐντεῦθεν ἤδη τῆς ἐποποιΐας ἥπτοντο· τῷ δὲ μὴ διὰ παντὸς ἄρχεσθαι ἀπὸ τοῦ Διὸς τοὺς ῥαψῳδοὺς προσέθηκεν ὁ Πίνδαρος τὰ πολλά, ἵν᾿ ᾖ· ὡς ἐπὶ τὸ πλέον.[*]()

[*]()c. Ὅθεν περ καὶ Ὁμηρίδαι: Ὁμηρίδας ἔλεγον τὸ μὲν ἀρχαῖον τοὺς ἀπὸ τοῦ Ὁμήρου γένους, οἳ τὴν ποίησιν αὐτοῦ ἐκ διαδοχῆς ᾖδον· μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὅμηρον ἀνάγοντες. Ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ Κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ποιήσαντας Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὁμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραφὼς ὕμνον ἀνατέθεικεν αὐτῷ. Οὗτος οὖν ὁ Κύναιθος πρῶτος ἐν Συρακούσαις ἐραψῴδησε τὰ Ὁμήρου ἔπη κατὰ τὴν ξθ΄ Ὀλυμπιάδα, ὡς Ἱππόστρατός φησιν (FHG IV 433).[*]()

d. ἄλλως. Τοὺς ῥαψῳδοὺς οἱ μὲν ῥαβδῳδοὺς ἐτυμολογοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι. Καλλίμαχος (fr. 138)· καὶ τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον ἠνεκὲς ἀείδω δεδεγμένος. οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφ᾿ ἓν συνηγμένης, σποράδην δὲ ἄλλως καὶ κατὰ μέρη διῃρημένης, ὁπότε ῥαψῳδοῖεν αὐτὴν, εἱρμῷ τινι καὶ ῥαφῇ παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν ἄγοντας. οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκται. οἱ δὲ, ὅτι κατὰ μέρος πρότερον τῆς ποιήσεως διαδεδομένης τῶν ἀγωνιστῶν ἕκαστος ὅ τι βούλοιτο μέρος ᾖδε, τοῦ δὲ ἄθλου τοῖς νικῶσιν ἀρνὸς ἀποδεδειγμένου προσαγορευθῆναι τότε μὲν ἀρνῳδούς, αὖθις δὲ ἐκατέρας τῆς ποιήσεως εἰσενεχθείσης τοὺς ἀγωνιστὰς οἷον ἀκουμένους πρὸς ἄλληλα τὰ μέρη καὶ |[*]() τὴν σύμπασαν ποίησιν ἐπιόντας, ῥαψῳδοὺς προσαγορευθῆναι. ταῦτά φησι Διονύσιος ὁ Ἀργεῖος (FHG III 26). Φιλόχορος (FHG I 417) δὲ ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν |[*]() τὴν ᾠδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος λέγων (fr. 265)· ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδὴν, Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ. ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς (FHG IV 464). Μέναιχμος δὲ ἱστορεῖ τοὺς ῥαψῳδοὺς στιχῳδοῦς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων.

e. ἄλλως. Ὁμηρίδαι πρότερον μὲν οἱ Ὁμήρου παῖδες, ὕστερον δὲ οἱ περὶ Κύναιθον ῥαβδῳδοί· οὗτοι γὰρ τὴν Ὁμήρου ποίησιν σκεδασθεῖσαν ἐμνημόνευον καὶ ἀπήγγελλον· ἐλυμήναντο δὲ αὐτῇ πάνυ. |[*]() αἰεὶ οὖν τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον ἐκ Διὸς ἐποιοῦντο προοιμιαζόμενοι, ἐνίοτε δὲ καὶ Μουσῶν.[*]()

f. ὁ δὲ νοῦς ὅλος· ὅθεν δὴ καὶ οἱ Ὁμηρίδαι λεγόμενοι ἀοιδοὶ τὴν ἀρχὴν τοῦ λέγειν ὡς ἐπὶ τὸ πολὺ ποιοῦνται ἐκ Διὸς προοιμιαζόμενοι, ἐντεῦθεν καὶ οὗτος ὁ ἀνὴρ [*]() |[*]() ὁ Τιμόδημος τὴν καταβολὴν καὶ τὴν πρώτην ἀρχὴν τῶν ἱερῶν ἀγώνων ἐποιήσατο καὶ τὴν ἐξ αὐτῶν νίκην ἐδέξατο, ἀπὸ Νεμέας φημί, ὃς αὐτῷ τῷ Διῒ ἀνάκειται καὶ τελεῖται.[*]()

[*]()a. ὀφείλει δ᾿ ἔτι: Ἀρίσταρχος· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, ἀλλ᾿ ἐπὶ τοῦ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δ᾿ ἔτι ἐστίν. οὕτω γὰρ τὰ ἑπόμενα συναρμοσθήσεται, ὅταν λέγηται· Πυθίοισί τε νικᾶν Τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς.

b. ὀφειλόμενον δὲ, τουτέστιν ἀναγκαῖόν ἐστι νικᾶν αὐτὸν καὶ Πύθια καὶ Ἴσθμια, εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων ὁ εὐθυπομπὸς αἰὼν δέδωκεν αὐτὸν εἰς κόσμον ταῖς Ἀθήναις· ἀναγκαῖον οὖν νικᾶν αὐτόν, ὡς οἱ πατέρες ἐνίκησαν, Ἴσθμια καὶ Νέμεα· ὡς τῶν προγόνων ἱερονικῶν γεγονότων.[*]()

c. ὀφείλει δ᾿ ἔτι πατρίαν: ὀφειλόμενον καὶ πρέπον ἐστὶ, τὸν Τιμονόου παῖδα· οὕτω τὸ ὑπέρβατον δεῖ νοεῖν. [*]()

[*]()a. Τιμονόου παῖδα: εἰκός ἐστι καὶ προσδοκητέον τὸ νικῆσαι αὐτὸν ἐν τοῖς προειρημένοις ἀγῶσι, Τιμονόου ὄντα παῖδα καὶ κατ᾿ ἴχνος βαίνοντα τοῦ πατρὸς, ὥσπερ εἰκός ἐστι καὶ τῶν ὅρων καὶ τῶν τόπων, ὧν ἔχουσιν αἱ Πλειάδες, μὴ πορρωτέρω μηδὲ μακρὰν τὸν Ὠρίωνα πορεύεσθαι ἀλλ᾿ ἐγγύς. τὸ δὲ σύντομον· ὥσπερ γὰρ τῶν Πλειάδων ὁ Ὠρίων οὐκ ἀφίσταται, οὐδὲ αἱ Πλειάδες τοῦ Ὠρίωνος, οὕτω καὶ τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστιν.[*]()

b. ἄλλως. Τιμονόου παῖδ᾿ ἔστι δ᾿ ἐοικός: εἰκὸς δέ ἐστι τὸν Τιμονόου παῖδα. ἵνα δὲ ἀξιωματικὸν ποιήσῃ τὸν λόγον, ἐλλειπτικῶς εἶπε. λείπει γὰρ τὸ νικᾶν αὐτὸν ἀεί· τοῦτο γὰρ ἔδει προσκεῖσθαι.[*]()