Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

ἐφορμαθεὶς δ᾿ ἄρ᾿ ἄκοντι θοῷ: ὁ δὲ Πολυδεύκης, φησίν, ἐφορμήσας τῷ ταχεῖ δόρατι ἐνέβαλε ταῖς τοῦ Λυγκέως πλευραῖς τὸν σίδηρον.

a. Ζεὺς δ᾿ ἐπ᾿ Ἴδᾳ πυρφόρον πλᾶξεν: οἱ μὲν ἐπὶ τῷ Ἴδᾳ φασίν, οἱ δὲ ἐν τῷ ὄρει, τῇ ἴδῃ, ἱνα ἴδην πᾶν ὄρος ὑφηλὸν ἀκούσωμεν· οὐδὲ γὰρ νῦν τοῖς κατὰ τὴν Ἀρκαδίαν τελουμένοις ἡ κατὰ Τροίαν συντελ ῖ.

b. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς πυρφόρον καὶ τεφρώδη κεραυνὸν προσέρρηξεν ἀμφοτέροις, ὁμοῦ δὲ ἐκαίοντο ερημωθέντες. χαλεπὴ δὲ καὶ δεινοτάτη ἡ ἔρις το ς ἀνθρώποις ἡ κατὰ τῶν κρειττόνων.

c. ἡ γὰρ πρὸς τοὺς κρείττονας, φησίν, ἔρις χαλεπή ἐστιν, ὥστε ὁμιλεῖν αὐτοῖς καὶ προσφέρεσθαι. ἀποδιοπομπεῖσθαι δεῖ οὖν τὴν ἔριν τὴν πρὸς τοὺς κρείττονας· ἡ μὲν γὰρ πρὸς τοὺς ἴσους ὁμιλία εὐκτή, ἡ δὲ πρὸς τοὺς κρείττονας χαλεπή· οἱ γοῦν Ἀφαρητιάδαι ἐρίσαντες κρείττοσι τοῖς Διοσκούροις ἀπώλοντο.

a. ταχέως δ᾿ ἐπ᾿ ἀδελφεοῦ βίαν: ταχέως δ᾿ ἐπὶ τὸν ἀδελφὸν ὁ Πολυδεύκης ἦλθεν ὑποστρέψας, καὶ δὴ αὐτὸν οὔπω τεθνηκότα, πνευστιῶντα δὲ κατέλαβεν.

b. οὔπω, φησί, τὸν Κάστορα εὗρε τεθνηκότα, τὰς δὲ πνοὰς ὑποψυχρούμενον ὑπὸ τῆς φρίκης. καταψύχονται γὰρ οἱ νεκρούμενοι.

πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται: ὦ πάτερ Ζεῦ, τίς δὴ ἔκλυσις γενήσεται τούτων τῶν πενθῶν; καί μοι θάνατον ἐπίθες καὶ δεῖξον, ὦ βασιλεῦ.

a. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: τατωμένῳ ἀντὶ τοῦ στερισκομένῳ.

b. οὐδεὶς συμπονεῖ, φησίν, ἐὰν μὴ φίλος ᾖ καὶ ἀγαθὸς φίλος· στερηθεὶς δὲ τούτου τίνα ἕξω κοινωνὸν τῶν πόνων:

c. ἢ οὕτως αὐτὸ δεῖ νοεῖν· τὸ τατωμένῳ φησὶ Δωρικῶς· ἀνδρὶ γὰρ τῷ φίλων στερισκομένῳ πᾶσα διέφθαρται τιμή.

d. ἢ οὕτως· ἐάν τις καθυστερήσῃ τοῦ προσφιλοῦς, ἀποστερεῖται τοῦ συμπράσσοντος, ἀπραγὴς δὲ γενόμενος οὐ τιμᾶται ὑπ᾿ οὐδενός.