Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

μεταμειβόμενοι δ᾿ ἐναλλάξ: μεταβάλλοντες δ᾿ αὐτοὶ οἱ Διόσκουροι καὶ ἐκ διαδοχῆς ἐναλλάσσοντες τὰς ἡμέρας, μίαν μὲν διάγουσιν ἐν τῷ οὐρανῷ ὡς θεοί, μίαν δὲ ἐν τοῖς ὑπογείοις τῆς Θεράπνης, ὁμοίαν καὶ ἴσην ἐκπληροῦντες τύχην. ἰστέον δὲ ὅτι περιπέπτωκε τοῖς ἐν τῇ Νεκυομαντείᾳ λεγομένοις περὶ τῶν Διοσκούρων (λ 303—4)· ἄλλοτε μὲν ζώουσ᾿ ἑτερήμεροι, ἄλλοτε δ᾿ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. φησὶ γὰρ τοὺς Διοσκούρους μίαν μὲν ἡμέραν ὑπὲρ γῆς εἶναι, ἑτέραν δὲ ὑπὸ γῆν, ὥστε κατὰ μὲν τὸν διεσκευακότα τὰ παρ᾿ Ὁμήρῳ παρ᾿ ἡμέραν αὐτοὺς ἀποθνῄσκειν, κατὰ δὲ Πίνδαρον μίαν μὲν ἡμέραν παρὰ τοῖς ἀθανάτοις διαιτᾶσθαι, μίαν δὲ ἡμέραν ὁρῶντας τὰ παρ᾿ ἀνθρώποις σὺν αὐτοῖς εἶναι.

ἐπεὶ τοῦτον ἢ πάμπαν θεὸς ἔμμεναι: ἐπειδὴ μᾶλλον τοῦτον εἵλετο τὸν αἰῶνα, φησί, Πολυδεύκης, τὸν ἀδελφὸν ἔχων μεθ᾿ ἑαυτοῦ ἐκ διαδοχῆς θεὸς γενέσθαι καὶ πάλιν ἄνθρωπος, ἤπερ μόνος ἐν οὐρανῷ θεὸς κατοικεῖν, Κάστορος τοῦ ἀδελφοῦ αὐτοῦ φθαρέντος ἐν πολέμῳ. αὐτοῦ γὰρ τρωθέντος καὶ μέλλοντος ἀπόλλυσθαι εἵλετο Πολυδεύκης ὁ τούτου ἀδελφὸς αὐτὸς ἀθάνατος ὢν μᾶλλον παρ᾿ ἡμέραν ἄνθρωπος εἶναι ἅμα τῷ ἀδελφῷ. καὶ πάλιν θεὸς ἅμα τῷ ἀδελφῷ ἀπολουμένου αὐτοῦ· καὶ οὕτως ἐποίησαν οἱ θεοί.

a. τὸν γὰρ Ἴδας ἀμφὶ βουσί πως: ἡ ἱστορία ἐστὶ τοιαύτη. Λυγκεὺς καὶ Ἴδας οἱ Ἀφαρέως παῖδες ἐμνηστεύσαντο τὰς δύο Λευκίππου θυγατέρας Φοίβην καὶ Ἐλάειραν, κατὰ δὲ τὴν τῶν γάμων εὐωχίαν τοὺς Διοσκούρους εἰς ἑστίασιν ἐκάλεσαν· οἱ δὲ τὰς κόρας ἀφαρπάσαντες ἀπέφευγον, οἱ δὲ ἐπεδίωκον, καὶ συνίσταται τοῖς Ἀφαρητιάδαις καὶ τοῖς Διοσκούροις μάχη περὶ τῶν γάμων, καὶ ἀναιρεῖται Κάστωρ· εἶτα Πολυδεύκης ἀνεῖλεν ἀμφοτέρους, συμπράξαντος τοῦ Διὸς καὶ κεραυνὸν αὐτοῖς ἐπιπέμψαντος. ὁ δὲ Πίνδαρος οὐ διὰ τὰς νύμφας φησὶν αὐτοῖς γεγενῆσθαι τὴν στάσιν, ἀλλὰ διὰ βοῶν ἀπελασίαν. ψυχορραγοῦντος οὖν τοῦ Κάστορος Πολυδεύκης ὢν ἀθάνατος πρὸς τὸν ὄντα φθαρτὸν εἵλετο καταμερίσασθαι τὴν ἀθανασίαν τῇ τῆς φύσεως ἐκνικώμενος ἀνάγκῃ. οὕτως οὖν αὐτοὺς καὶ Ὅμηρος (λ 303) ἑτερημέρους καλεῖ.

b. ὁ δὲ νοῦς· τὸν Κάστορα γάρ, φησί, τῆς τῶν βοῦν ἀφαιρέσεως ἕνεκεν ὁ Ἴδας ὀργισθείς πως ὁ τοῦ Ἀφαρέως παῖς ἔτρωσεν.

a. ἀπὸ Ταϋγέτου πεδαυγάζων ἔδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἥμενος: ὁ μὲν Ἀρίσταρχος ἀξιοῖ γράφειν ἥμενον, ἀκολούθως τῇ ἐν τοῖς Κυπρίοις λεγομένῃ ἱστορίᾳ· ὁ γὰρ τὰ Κύπρια συγγράψας φησὶ τὸν Κάστορα ἐν τῇ δρυῒ κρυφθέντα ὀφθῆναι ὑπὸ Λυγκέως· τῇ δὲ αὐτῇ γραφῇ καὶ Ἀπολλόδωρος (III 11, 2) κατηκολούθησε. πρὸς οὕς φησι Δίδυμος· ἀμφοτέρων ὑπὸ τῇ δρυῒ λοχώντων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, μόνον ὁ Λυγκεὺς τὸν Κάστορα εἶδε; μήποτε οὖν, φησί, δεῖ ἀναγινώσκειν τὴν παραλήγουσαν συλλαβὴν ὀξυτόνως τοῦ ἡμένος ὡς ἠρμένος, ἵνα κατ᾿ ἀμφοῖν ἀκούηται· ἴδε Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένος, ἀντὶ τοῦ ἡμένους, δηλονότι τοὺς Διοσκούρους· ὡς ἀελλόπος καὶ τρίπος· οὐχ ἕδος ἐστὶ, γεραιέ (Λ 648), ἀντὶ τοῦ οὐχ ἕδους. παρατίθεται δὲ καὶ τὸν τὰ Κύπρια γράψαντα οὕτω λέγοντα (fr. 9 Kinkel)· αἶψα δὲ Λυγκεὺς Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς. ἀκρότατον δ᾿ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν Τανταλίδου Πέλοπος, τάχα δ᾿ εἴσιδε κύδιμος ἥρως δεινοῖς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης, Κάστορά θ᾿ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα. νύξε δ᾿ ἄρ᾿ ἄγχι στὰς μεγάλην δρῦν καὶ τὰ ἑξῆς.

b. ὁ μὲν οὖν Κάστωρ ἐλόχα τὸν Ἴδαν, φησίν, ἐν κοίλῃ δρυῒ κρυφθεὶς καὶ τὸν Λυγκέα· ὁ δὲ Λυγκεὺς ὀξυδερκὴς ὢν, ὥστε καὶ διὰ λίθων καὶ διὰ γῆς τὰ γινόμενα βλέπειν, ἰδὼν διὰ τῆς δρυὸς τὸν Κάστορα ἔτρωσε λόγχῃ.

c. ἀπὸ γὰρ τοῦ ὄρους περισκοπῶν ὁ Λυγκεὺς ἐθεάσατο αὐτοὺς ἐγκαθεζομένους ἐν στελέχει δρυὸς καὶ ἐλλοχῶντας. τοῦ γὰρ Λυγκέως ὑπὲρ πάντας ἀνθρώπους ὀξύτατον ἦν τὸ ὄμμα.

λαιψηροῖς δὲ πόδεσιν ἄφαρ ἐξικέσθαν: τάχιστα δὲ ἐκ τοῦ ὄρους πρὸς τοὺς Διοσκούρους δραμόντες παρεγένοντο καὶ μέγιστον ἔργον κατεπράξαντο τρώσαντες τὸν Κάστορα τάχιστα. ἀλλὰ μὴν καὶ ὑπέστησαν δεινὸν ἔργον οἱ προειρημένοι τοῦ Ἀφαρέως παῖδες ὑπὸ τῶν Διοσκούρων· εὐθέως γὰρ ἦλθεν ὁ Πολυδεύκης τοῦ ἀδελφοῦ πεσόντος· οἱ δὲ ἐλθόντι αὐτῷ ἀνθυπέστησαν ἐξ ἐναντίας περὶ τὸν τάφον τοῦ πατρὸς αὐτῶν Ἀφαρέως, καὶ ἐνέβαλον τῷ στέρνῳ τοῦ Πολυδεύκους στήλην ἑνὸς τῶν κειμένων ἁρπάσαντες ἀπὸ τοῦ τύμβου τοῦ πατρὸς αὐτῶν Ἀφαρέως· ἀλλ᾿ οὔτε αὐτὸν ἔπληξαν τὸν Πολυδεύκην, οὔτε ὑποχωρῆσαι εἰς τοὐπίσω πεποιήκασιν οἱ Ἀφαρητιάδαι.