Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. φέροις δὲ Πρωτογενείας: φέροις δὲ μᾶλλον, [*]() ὦ στόμα, καὶ λέγοις τὰ περὶ τῆς πόλεως τῆς ἀπὸ Πρωτογενείας·

1.282
λέγει δὲ τῆς Ὀποῦντος.

d. ὑμνοίης δέ, φησι, τὸ τῆς Πρωτογενείας ἄστυ. ταύτης γὰρ καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν μὲν Ὀποῦς, γόνῳ δὲ Διός· Πρωτογένεια δὲ Δευκαλίωνος καὶ Πύρρας. ὁ μέντοι Πίνδαρος Πρωτογένειαν Ὀποῦντος ἱστορεῖ ἐν τοῖς ἑξῆς.

[*]()a. αἰολοβρόντα Διὸς αἴσᾳ: καλῶς τοῦ κατακλυσμοῦ μεμνημένος αἰολοβρόνταν εἶπε τὸν Δία.

b. ἵνα οὖν [*]() ἐν Ὀποῦντι λέγει· ἐκεῖ γάρ [φησι] | Δευκαλίωνα καὶ Πύρραν [*]() | οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος δέ (FHG I, 453) φησιν οὐκ ἐν Ὀποῦντι ἀλλ᾿ ἐν Κύνῳ τὸν Δευκαλίωνα [*]() καὶ τὴν Πύρραν | οἰκῆσαι.

c. ἄλλως· ἵν᾿ αἰολοβρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ[*]() τε | Δευκαλίων καὶ ἡ πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. ὅτε γὰρ ὁ κατακλυσμὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύτης καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν᾿ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος Πρωτογενείας.

[*]()a. ἄτερ δὲ εὐνᾶς ὁμόδαμον κτησάσθην λίθινον γόνον: οἱ προειρημένοι Δευκαλίων τε καὶ Πύρρα χωρὶς

1.283
κοίτης καὶ μίξεως ὅμοιον καὶ ἶσον γένος δήμου ἐποιήσαντο ἐκ λίθων βολῆς. οἱ γὰρ πεμπόμενοι εἰς τὰ ὄπισθεν λίθοι παρ᾿ αὐτῶν ἄνθρωποι ἐγένοντο. διὰ τοῦτο καὶ λαοὶ οἱ ὄχλοι ἀπὸ τοῦ λᾶας.

b. Πύρρα δὲ ἡ γυνὴ Δευκαλίωνος. ἐξάδελφοι οὗτοι· Ἰαπετοῦ γὰρ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεὺς δύο ἀδελφοί· καὶ ἐκ μὲν Προμηθέως Ἕλλην, ἀφ᾿ οὗ καὶ Ἕλληνες, καὶ Δευκαλίων· Πύρρα δὲ [ἡ Δευκαλίωνος γυνὴ] θυγάτηρ Ἐπιμηθέως.