Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ἄλλως· ὑποκρέκει: ὑπηχεῖ. προσέοικεν. ὑποκρέκειν γὰρ κυρίως ἐστὶ τὸ ἠρεμαίως ὑπηχεῖν ἐν τῷ ἁρμόζειν τὴν κιθάραν.
c. ὑποτερετίζει οὖν, ἐνδόσιμόν ἐστι μανίᾳ.
a. μὴ νῦν λαλάγει: μὴ λέγε τοῦτο ὅτι οἱ θεοὶ [*]() μετέχουσι τῶν πόνων καὶ μάχης. φιλόθεος γὰρ ὁ Πίνδαρος.
b. μὴ λαλάγει: ἀντὶ τοῦ θορύβει.
c. μὴ τοίνυν [*]() τὰ τοιαῦτα φλυάρει, ἀλλ᾿ ἀπόρριψον καὶ ἔα καὶ μὴ μέμνησο πολέμων καὶ μαχῶν. τὰ γὰρ τοιαῦτα κεχώρισται τῶν θεῶν καὶ πόρρω ἐστίν.
a. φέροις δὲ Πρωτογενείας: ὑμνοῖς τὸ τῆς Πρωτογενείας[*]() ἄστυ τὴν Ὀποῦντα.
b. Πρωτογενείας καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα. καὶ Ἑλλάνικος (FHG I, 48). δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκαλίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) και τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας.