Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἐπιδέξιον κατὰ πᾶν μέλος καὶ βλέποντα ἀνδρικῶς.

[*]()c. ὁρῶντ᾿ ἀλκάν: βλέποντα ἀνδρικῶς.

[*]()a. Αἰάντειον: τὸ ἑξῆς· Αἰάντειον βωμὸν ἔστεφε νικῶν ἐν δαιτὶ, τουτέστιν ἐν τῷ ἀγῶνι, τοῦ Ὀιλέως παιδός· ἀπὸ δὲ τοῦ ῑ τὸ ὄνομα εἶπεν· ὡς καὶ τὰ ἐν Ὀποῦντι Αἰάντεια νενικηκότος καὶ ἐστεφανωκότος τὸν Αἴαντος βωμόν. ἄγεται δὲ ταῦτα τῷ Λοκρῷ Αἴαντι ἐν Ὀποῦντι.

[*]()b. Αἰάντειόν τ᾿ ἐν δαιτί: τὰ Αἰάντεια ἐν Ὀποῦντι ἄγεται· ἃ νικήσας ἐστεφάνωσε τὸν Αἰάντειον βωμὸν ἐν πανηγύρει.

[*]()ἐν δαιτὶ Ἰλιάδα: ὅστις ἀνὴρ καὶ ἐν τῇ τοῦ Αἴαντος τοῦ Ὀιλέως παιδὸς πανηγύρει καὶ ἐν τῷ ἐπωνύμῳ αὐτοῦ ἀγῶνι νικήσας θυσίαις καὶ στέμμασι τὸν [*]() Αἰάντειον βωμὸν ἐκόσμησεν. | Ἰλιάδα τοῦ Ὀιλέως παιδὸς, [*]() τοῦ Αἴαντος τοῦ Λοκροῦ. | ἄνευ δὲ τοῦ -ο- εἴρηκε τὸν Ὀιλιάδην Ἰλιάδην εἰπών, ὥς πού φησι καὶ Ἡσίοδος (cfr. fr. 142).

[*]()τέλος Ἐφαρμόστου.

[*]() Ἀγησιδάμῳ Λοκρῷ Ἐπιζεφυρίῳ παιδὶ πύκτῃ.[*]()

[*]()Τοῦ ι΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων η΄. τὸ α΄ Ἀσκληπιάδειον ἀντισπαστικὸν ἀκατάληκτον, τοῦ α΄ ἀντισπάστου ἀπὸ διβραχέος ἀρξαμένου. τὸ β΄ χοριαμβικὸν

1.307
τρίμετρον βραχυκατάληκτον ἀρξάμενον ἀπὸ ἰαμβικῆς καὶ λῆγον εἰς ἴαμβον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον· ὁ τρίτος δάκτυλος πανταχοῦ. τὸ δ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον διῃρημένου τοῦ α΄ ποδός. τὸ ε΄ δακτυλικὸν πενθημιμερὲς, ἢ προσοδιακὸν δίμετρον ἀκατάληκτον.

τὸ ς΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον, ὅ ἐστι Φερεκράτειον παρὰ συλλαβήν. τὸ ζ΄ ἐπιωνικὸν τρίμετρον καταληκτικόν. ἡ α΄ συζυγία ἰωνική· ἡ β΄ ἰαμβική· εἶτα τροχαῖος, οἰκεῖος τῆ ἰωνικῇ, καὶ συλλαβή. τὸ η΄ Γλυκώνειον· ὅπερ ἔλυσεν ἐν τῷ πέφνε Κτέατον ἀμύμονα, ἐννεασύλλαβον.

ἡ δὲ ἐπῳδὸς κώλων θ΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἡ πρώτη συζυγία ἰαμβική ἐστι τοῦ δευτέρου ποδὸς ἀναλυομένου· εἶτα χορίαμβος· εἶτα ποὺς ἁπλοῦς. τὸ β΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· α΄ τροχαῖος τοῦ α΄ ποδὸς λελυμένου· εἶτα ἰωνικὸς ἀπὸ μείζονος· εἶτα χορίαμβος. τὸ γ΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον λελυμένον. τὸ δ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς συζυγίας λελυμένης. τὸ ε΄ ἰωνικὸν τετράμετρον καταληκτικὸν, τοῦ γ΄ παίωνος ἀντὶ τοῦ ἀπ᾿ ἐλάσσονος κειμένου, εἶτα β΄ ἰωνικῶν καὶ τροχαίου καὶ συλλαβῆς.

1.308
τὸ ς΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, οὗ ἀπόδοσις· ὁ γὰρ ε΄ πούς ἐστι . . . . τὸ ζ΄ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος καὶ χοριάμβου καὶ ποδὸς ἡμίσεος. τὸ η΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· ὁ β΄ ποὺς ἀνάπαιστος· ὁ δ΄ τρίβραχυς. τὸ θ΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς [συζυγίας].[*]()

[*]()Inscr.a. Ἀγησιδάμῳ: οὗτος ἐνίκησεν ἕκτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα.

[*]() Inscr.b. Ἔθνη Λοκρῶν εἰσι τρία· Ἐπιζεφύριοι πρὸς Ἰταλίᾳ· Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ· Ἐπικνημίδιοι πρὸς τῇ[*]() Εὐβοίᾳ.

c. ἐνίκησε δὲ οὗτος ἑβδομηκοστὴν τετάρτην Ὀλυμπιάδα.[*]()