Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἢ πρὸς τοῦτον φέρων τὸν ἆθλον, αὐτὴν τὴν σοφίαν. τὸν ὕμνον δὲ λέγει, ἔπαθλον τοῦ νικηφόρου.

c. τοῦτο δὲ προσφέρων: τὸ τῆς ἐμῆς σοφίας [*]() ἐπιτήδευμα.[*]()

d. τοῦτο δὲ προσφέρων ἄεθλον: ἑαυτῷ ὁ Πίνδαρος [*]() παρακελεύεται καί φησιν· ὅμως δὲ τοῦτο τὸ ἀπὸ τῆς σοφίας ἆθλον προσφέρων καὶ ἐκπληρῶν, τὸν ὕμνον, μέγα καὶ ὑπερφυὲς ἀναβόησον μετὰ εὐθαρσίας· τί δὲ ἀναβόησον; τοῦτον δαιμονίᾳ (λείπει μοίρᾳ) γεγενῆσθαι δυνατὸν ἐν ταῖς χερσὶ καὶ παντὶ τῷ σώματι ἐπιδέξιον κατὰ πᾶν μέλος· ἵνα κοῦφος ᾖ καὶ εὔστροφος καὶ ὁ λεγόμενος ὑγρὸς παλαιστής· ὃς καὶ τῷ βλέμματι ἀλκὴν καὶ δύναμιν ἐμφαίνει.

a. ὄρθιον ὤρουσαι: ὀξὺ καὶ μέγα. Ὅμηρος [*]() (Λ 11)· ὄρθι᾿, Ἀχαιοῖσιν δὲ μέγα σθένος.

b. λέγει δὲ πρὸς τὸν χορὸν περὶ τοῦ νενικηκότος· βόησον ἀνατεταμένον θαρσῶν ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ.

c. ἢ πρὸς ἑαυτὸν λέγει ὅτι ὥρμησα ὀξέως.

d. θαρσέων: θαρρῶν φώνησον ἀνατεινάμενος, ὦ [*]() θυμὲ, ὅτι θείᾳ μοίρᾳ ἐγένετο πρὸς ἄθλησιν οὗτος ὁ ἀνήρ. περὶ δὲ τοῦ νενικηκότος ὁ λόγος.

δαιμονίᾳ γεγάμεν: ἀντὶ τοῦ θείᾳ μοίρᾳ [*]() γεγονέναι.

a. δεξιόγυιον: τὸν Ἐφάρμοστον λέγει· μετὰ γὰρ σῶμα [*]()

1.306
ἔχει καὶ ὑγιῆ τὰ μέλη.