Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἄνευ δὲ θεοῦ: ἕκαστον δέ, φησι, πρᾶγμα τὸ χωρὶς θεοῦ πρασσόμενον σιωπώμενον σοφώτερόν ἐστι· πᾶν γὰρ τὸ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν καὶ μηδενὸς λόγου ἀξιοῦν.

b. οἷον σοφώτερόν ἐστι σιγᾶν ἐκεῖνα τὰ πράγματα τὰ μὴ μετειληχότα βουλῆς ἀθανάτου.

c. οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας ὡς ὁ Ἐφάρμοστος, οὗτος καὶ ὑμνεῖσθαι καὶ λαλεῖσθαι ἄξιός ἐστιν.

1.303

d. ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον: [*]() τὸ ἄνευ θεοῦ γινόμενον οὐ σκαιότερόν, φησιν, ἀλλ᾿ ἐκ τῶν ἐναντίων βέλτιον, σιωπώμενον.

e. οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας, οἷος ὁ Ἑφάρμοστος, ὑμνείσθω· | ὁ δὲ παρὰ θεόν τι πράσσων, ὡς αὐτόθεν μηδὲ νικᾶν [*]() μέλλων, εὐλόγως ἂν καὶ οὐ σκαιῶς σιωπῷτο.

f. ἢ οὕτως· [*]() ἕκαστον δέ, φησι, πρᾶγμα τὸ θεοῦ χωρὶς πραττόμενον οὐ σκαιότερόν ἐστι σιωπώμενον, οἷον σοφώτερόν ἐστι· τὸ γὰρ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν.

g. ἀντὶ τοῦ καλόν ἐστι παρὰ βούλησιν θεοῦ τινα νικήσαντα μὴ ὑμνεῖσθαι.

h. ἄλλως· ἀπὸ κοινοῦ τὸ κλέος, ἵν᾿ ᾖ· τὸ δὲ ἄνευ θεοῦ [*]() καὶ χωρὶς φύσεως θείας προσγινόμενον κλέος, τοῦτο σεσιγημένον καὶ μὴ θρυλλούμενον οὐκ ἔστι σκαιότερον οὐδὲ μέμψεως ἄξιον· ὡς τοῦ ἐναντίου μέμψιν ἔχοντος, τοῦ μὴ ἐπαινεῖν τοὺς φύσει ἀγαθούς· ὅπερ ἑαυτὸν λέγει ποιεῖν.

i. δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ἕκαστον δὲ πρᾶγμα, ὃ μὴ κατὰ φύσιν ἐστὶ, τοῦτο σεσιωπημένον οὐκ ἔστι σκαιόν· ἐὰν γὰρ νόθον ὂν ἐμφανίζηται, τότε τὴν ἀδοξίαν προστρίβεται.

k. ἄλλως· πᾶν δὲ πρᾶγμα παρὰ φύσιν γινόμενον οὐχ [*]() οὕτως ἐστὶ σιγηθὲν ἀηδὲς ὡς φαινόμενον· φανὲν γὰρ πλέον ἐρυθριάσει καὶ ὑβρισθήσεται.

l. θεὸν δὲ τὴν φύσιν φησίν. [*]()

a. [ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως τοῦ μελέτα:] [*]() διατί δὲ οὐκ ἔστι σκαιὸν τὸ μὴ θαυμάζειν τοὺς ἄνευ θεοῦ

1.304
μοίρας τι πράσσοντας, ἑαυτοῖς δὲ ἐπιτρέποντας; ὅτι εἰσὶν αἱρετώτεραι καὶ προτιμότεραί τινες ἐπιτηδεύσεις ἐπιτηδεύσεων· [*]() | οἷον αἱ προσφυεῖς ἑκάστῳ καὶ οὐκ ἐναντιούμεναι κατὰ γένεσιν καὶ φύσιν.

[*]()b. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ ἕως μελέτα: δεῖ ἕκαστον τὴν δεδομένην αὐτῷ ὁδὸν ἐκ θεῶν, ταύτην ἰέναι [*]() καὶ μὴ παραβιάζεσθαι.

c. Ὅμηρος (Ν 730)·

ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήια ἔργα, ἄλλῳ δ᾿ ἐν στήθεσσι τιθεῖ νόον.

[*]()d. περαίτεραι δὲ ἀμείνονες. περασιμώτεραι. ἀνυσιμώτεραι.[*]()

e. περαίτεραι: εὐοδώτεραι. δι᾿ ὧν τις δύναται περαιῶσαί τι.

f. οἷον εἰ μὴ πέφυκας πρὸς τὸ παγκράτιον, [*]() πάλην ἄσκει, ἢ ἄλλο τι πρὸς ὃ εὐφυῶς ἔχεις. | οὐ γὰρ δεῖ [*]() σε ἑνὶ προσέχειν· ἡ γὰρ ἐπιμέλεια ἡμᾶς θρέψει.

g. ὁ γὰρ ἑλόμενός τι ὥστε τηρῆσαι πάντων, ἐκεῖ εὐκλεὴς ἔσται.

[*]()ὁδοὶ περαίτεραι: πρακτικώτεραι, ἀνυστικώτεραι.

[*]()a. μία δ᾿ οὐχ ἅπαντας ἄμμε θρέψει: οὐ γὰρ ἡ μία μελέτη καὶ τὸ ἓν ἐπιτήδευμα πάντας ἡμᾶς δύναται τρέφειν.

b. μελέτη δὲ ἄσκησις. ἐπιτήδευμα.[*]()