Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ὁ δὲ ἀγὼν ἐν Πελλήνῃ Ἕρμαια καλεῖται.[*]()

[*]()d. εὐδιανόν: εὐδίαν ποιοῦν.

[*]()e. εὐδιανὸν φάρμακον: ἀπὸ κοινοῦ τὸ θαυμαστὸς[*]() ἐφάνη.

f. [εὐδιανὸν δὲ] ἀντὶ τοῦ ἀνάπαυσιν τὴν [*]() ἀλεξάνεμον.

g. ὅτι ἐν Πελλήνῃ χλαῖνα ἐδίδοτο τῷ νικῶντι

1.301
χειμῶνος ὥρᾳ.[*]()

h. ἄγεται δὲ Ἕρμαια καὶ Ἀπόλλωνος [*]() ἑορτὴ θεοξένια καλουμένη.[*]()

a. Πελλάνᾳ: ὅτι χλαῖνα ἦν τὸ ἔπαθλον ἐν Πελλήνῃ, [*]() εἴρηται. πεποίηται δὲ ταῦτα παρὰ τὸ Ὁμηρικόν (ξ 529)· ἀλεξάνεμον μάλα πυκνήν.

b. ἤγετο δὲ ὁ ἀγὼν ἐν Πελλήνῃ τῆς Ἀχαΐας τὰ θεοξένια ἐν χειμῶνι· διὸ καὶ χλαμὺς ἐδίδοτο.

c. σύνδικος: σύμψηφος. σύμφωνος.

d. τὸν τῶν [*]() Ἡρακλείων δὲ ἀγῶνα βούλεται δηλῶσαι. παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος καὶ Ἰολάου ἄγεται τὰ Ἡράκλεια.

e. ὁ δὲ νοῦς οὕτως· σύμφωνος δὲ τῶν προειρημένων ἀγώνων καὶ τὰ Ἰόλεια.

f. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς ἀγῶσι συνδικούντων ἀλλήλοις.

g. τύμβον δὲ λέγει τὸ κενοτάφιον.