Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ὁ νοῦς· αὐτὸς κατὰ τὴν ἄθλησιν οὐ πεσὼν (θαυμαστικῶς) μεθ᾿ ὅσης δὲ βοῆς κύκλον, τὸν τοῦ σταδίου φησὶ, διήρχετο.

e. ὅσσᾳ βοᾷ: μετὰ πάσης βοῆς παριόντι αὐτῷ [*]() ἐπήχουν πάντες καὶ ἐθαύμαζον.

a. ὡραῖος ἐών: τὸ ἄκρον τῆς ὥρας καὶ τῆς ἀκμῆς [*]() ἔχων.

b. οἷον καλὸς ὢν καλὰ ἔπραξεν.

c. ὡραῖος ἐὼν καὶ καλός: νεανίας μὲν ὢν καὶ [*]() θαυμαστὸς τῷ ὀφθῆναι, ταῖς δὲ πράξεσιν οὐ καταισχύνων

1.300
τὸ εἶδος.

d. ὅσσᾳ δὲ βοᾷ, μεγάλῃ βοῇ. τὸ γὰρ ὅσσᾳ θαυμαστικῶς.

[*]()a. τὰ δὲ Παρρασίῳ στρατῷ: Κλεοφάνης ἐν τῷ περὶ ἀγώνων (FHG IV, 366). τῷ Ἀρκαδικῷ, ὡς ἐν Ἀρκαδίᾳ τὰ Λύκαια νενικηκότος. ἐν τῇ Ἀρκαδίᾳ γὰρ ἤγοντο τῷ Διὶ τὰ Λύκαια.

[*]()b. τὰ δὲ Παρρασίῳ στρατῷ: ἐν τῷ δήμῳ τῆς Ἀρκαδίας. Παρρασία δὲ μέρος Ἀρκαδίας, ἔνθα τελεῖται [*]() Λυκαίου Διὸς ἀγών.

c. τὰ δὲ ἔργα αὐτοῦ τὰ ἐν τῷ ἀγῶνι τοῦ Λυκαίου Διὸς κατὰ τὴν Παρρασίαν τῆς Ἀρκαδίας ὅπως αὐτὸν ἔδειξε θαύματος ἄξιον.

[*]()a. Λυκαίου: ἐν τῇ Ἀρκαδίᾳ, ὅπου ὁ Ζεὺς τετίμηται.

b. καὶ Λύκαιος ἀπό τινος Λυκαίου.

[*]()a. καὶ ψυχρᾶν ὁπότε: ἐφάνη δὲ θαυμάσιος καὶ ἡνίκα τῶν ψυχρῶν αὐρῶν καὶ τοῦ κρύους τὸ φάρμακον καὶ τὸ βοήθημα ἀπὸ τῆς Πελλήνης λαβὼν ἔφερε, τὴν χλανίδα. ταύτην γὰρ ἐλάμβανον οἱ νικῶντες.

b. οἷον τρίβωνας.